This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
καὶ μή μ᾽ ὑπολαμβάνετ᾽ ὀργίζεσθαι τοῖς λόγοις τούτοις: οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ: ἀλλ᾽ ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν ἃ πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γ᾽ εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ. καὶ τοῦτ᾽ ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν.
[45]
ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ ᾖ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς: ἡ γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται. εὐτυχεῖτε.