previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5]

ἐπέστειλα μὲν οὖν ἄν, ὥσπερ εἶπον ἐν ἀρχῇ, καὶ διὰ τὴν ἐκείνου χάριν: οὐ μὴν ἀλλὰ καὶ ὑμῖν νομίζων συμφέρειν τὰς παρὰ τοῖς ἔξω γιγνομένας ἐπιτιμήσεις εἰδέναι, πολλῷ προθυμότερον πρὸς τὸ πέμψαι τὴν ἐπιστολὴν ἔσχον. παραιτοῦμαι δὲ τοὺς ἰδίᾳ πρὸς ἐκεῖνον ἔχοντας δυσκόλως, ὑπομεῖναι τἀληθῆ καὶ τὰ δίκαι᾽ ἀκούειν ὑπὲρ αὐτοῦ. εὖ γὰρ ἴστ᾽, ἄνδρες Ἀθηναῖοι, ὅτι νῦν ἐκ τῶν περὶ τοὺς παῖδας αὐτοῦ γεγενημένων φαύλην δόξαν πόλις λαμβάνει. [6] οὐδεὶς γὰρ τῶν Ἑλλήνων ἀγνοεῖ ὅτι ζῶντα Λυκοῦργον ἐτιμᾶθ᾽ ὑμεῖς εἰς ὑπερβολήν, καὶ πολλῶν αἰτιῶν ἐπενεχθεισῶν ὑπὸ τῶν φθονούντων αὐτῷ οὐδεμίαν πώποθ᾽ ηὕρετ᾽ ἀληθῆ, οὕτω δ᾽ ἐπιστεύετ᾽ αὐτῷ καὶ δημοτικὸν παρὰ πάντας ἡγεῖσθε, ὥστε πολλὰ τῶν δικαίων ἐν τῷ φῆσαι Λυκοῦργον ἐκρίνετε καὶ τοῦθ᾽ ὑμῖν ἐξήρκει: οὐ γὰρ ἂν ἦν τοιοῦτον μὴ δοκοῦν ὑμῖν. [7] νῦν τοίνυν ἅπαντες ἀκούοντες τοὺς υἱεῖς αὐτοῦ δεδέσθαι τὸν μὲν τεθνεῶτ᾽ ἐλεοῦσιν, τοῖς παισὶν δ᾽ ὡς ἀνάξια πάσχουσιν συνάχθονται, ὑμῖν δ᾽ ἐπιτιμῶσιν πικρῶς, ὡς οὐκ ἂν τολμήσαιμι γράφειν ἐγώ: γὰρ ἄχθομαι τοῖς λέγουσι καὶ ἀντιλέγω καθ᾽ ὅσον δύναμαι βοηθῶν ὑμῖν, ταῦτ᾽ ἄχρι μὲν τοῦ δῆλον ὑμῖν ποιῆσαι ὅτι πολλοὶ μέμφονται, συμφέρειν ὑμῖν νομίζων εἰδέναι, γέγραφα, ἀκριβῶς δὲ διεξιέναι δυσχερὲς κρίνω. [8] ὅσα μέντοι λοιδορίας χωρίς ἐστιν ὧν λέγουσίν τινες, καὶ ἀκηκοέναι συμφέρειν ὑμῖν ἡγοῦμαι, ταῦτα δηλώσω. οὐδεὶς γὰρ ὑπείληφεν ὡς ἄρ᾽ ἠγνοήκατε καὶ διεψεύσθητε τῆς ἀληθείας περὶ αὐτοῦ Λυκούργου. τό τε γὰρ τοῦ χρόνου πλῆθος, ὃν ἐξεταζόμενος οὐδὲν πώποθ᾽ ηὑρέθη περὶ ὑμᾶς οὔτε φρονῶν οὔτε ποιῶν ἄδικον, καὶ τὸ μηδέν᾽ ἀνθρώπων εἰς μηδὲν τῶν ἄλλων ἀναισθησίαν ὑμῶν καταγνῶναι, εἰκότως ἀναιρεῖ τὴν ὑπὲρ τῆς ἀγνοίας σκῆψιν.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: