This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
ἡδέως δ᾽ ἂν ὑμῖν ἐπ᾽ εὐνοίᾳ καὶ φιλίᾳ μέμψιν ποιησαίμην νῦν μὲν ἐν κεφαλαίῳ, μικρὸν δ᾽ ὕστερον δι᾽ ἐπιστολῆς μακρᾶς, ἣν ἐάνπερ ἐγὼ ζῶ προσδοκᾶτε, ἂν μὴ τὰ δίκαια γένηται μοι παρ᾽ ὑμῶν πρότερον: οἵτινες, ὦ (τί ἂν εἰπὼν μήθ᾽ ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην;) λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔθ᾽ ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφ᾽ οἷς Ἀριστογείτον᾽ ἀφείκατε,
[38]
ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες, καὶ ἃ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μηδὲ λαβοῦσι παρ᾽ ὑμῶν ἔξεστιν ἔχειν, ταῦτ᾽ οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷός τ᾽ ὦ, τά τ᾽ ὀφειλόμεν᾽ εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι.