previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3]

ἐγὼ τὴν πόλιν τὴν ὑμετέραν εὐτυχεστάτην πασῶν πόλεων ὑπολαμβάνω καὶ θεοφιλεστάτην, καὶ ταῦτ᾽ οἶδα καὶ τὸν Δία τὸν Δωδωναῖον καὶ τὴν Διώνην καὶ τὸν Ἀπόλλω τὸν Πύθιον ἀεὶ λέγοντας ἐν ταῖς μαντείαις καὶ προσεπισφραγιζομένους τὴν ἀγαθὴν τύχην ἐν τῇ πόλει εἶναι παρ᾽ ὑμῖν. ὅσα τοίνυν περὶ τῶν ἐπιόντων δηλοῦσιν οἱ θεοί, δῆλον ὡς προλέγουσιν: τὰς δ᾽ ἀπὸ τῶν παρεληλυθότων προσηγορίας ἐπὶ ταῖς γεγονυίαις πράξεσι τίθενται. [4] τοίνυν ἐγὼ πεπολίτευμαι παρ᾽ ὑμῖν, τῶν ἤδη γεγενημένων ἐστίν, ἀφ᾽ ὧν εὐτυχεῖς ὑμᾶς προσηγορεύκασιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς μὲν πεισθέντας εὐτυχεῖς ὀνομάζεσθαι, τὸν δὲ πείσαντα τῆς ἐναντίας προσηγορίας τυγχάνειν; πλὴν εἰ τοῦτό τις εἴποι, τὴν μὲν κοινὴν εὐτυχίαν, ἧς ἐγὼ σύμβουλος, θεοὺς τοὺς λέγοντας εἶναι, οἷς οὐ θέμις ψεύδεσθαι, τὴν δ᾽ ἰδίαν βλασφημίαν, κατ᾽ ἐμοῦ κέχρηται Θηραμένης, θρασὺν καὶ ἀναιδῆ καὶ οὐδὲ νοῦν ἔχοντ᾽ ἄνθρωπον εἰρηκέναι.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: