previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3]

εἰκότως δ᾽ ἂν ὑμῖν, ἄνδρες Ἀθηναῖοι, μέλοι τῆς ἐμῆς σωτηρίας οὐ μόνον κατὰ τοῦθ᾽ ὅτι οὐδὲν ὑμᾶς ἀδικῶν δεινὰ πέπονθα, ἀλλὰ καὶ τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἕνεκ᾽ εὐδοξίας. μὴ γάρ, εἰ μηδεὶς ὑμᾶς ἀναμιμνῄσκει τοὺς χρόνους μηδὲ τοὺς καιροὺς ἐν οἷς τὰ μέγιστ᾽ ἐγὼ χρήσιμος ἦν τῇ πόλει, [4] τοὺς ἄλλους Ἕλληνας ἀγνοεῖν νομίζετε, μηδ᾽ ἐπιλελῆσθαι τῶν ἐμοὶ πεπραγμένων ὑπὲρ ὑμῶν, ἐγὼ δυοῖν ἕνεκα νῦν ὀκνῶ γράφειν καθ᾽ ἕκαστον, ἑνὸς μέν, τὸν φθόνον δεδιώς, πρὸς ὃν οὐδέν ἐστιν προὔργου τἀληθῆ λέγειν, ἑτέρου δέ, ὅτι πολλὰ καὶ ἀνάξι᾽ ἐκείνων διὰ τὴν τῶν ἄλλων Ἑλλήνων κακίαν νῦν πράττειν ἀναγκαζόμεθα. [5] ἐν κεφαλαίῳ δὲ τοιαῦτ᾽ ἐστὶν ἐφ᾽ οἷς ἐξηταζόμην ὑπὲρ ὑμῶν ἐγώ, ὥσθ᾽ ὑμᾶς μὲν ἐπ᾽ αὐτοῖς ὑπὸ πάντων ζηλοῦσθαι, ἐμοὶ δ᾽ ἐλπίδα τῶν μεγίστων δωρεῶν προσδοκᾶσθαι παρ᾽ ὑμῶν. τῆς δ᾽ ἀναγκαίας μέν, ἀγνώμονος δὲ τύχης οὐχ ὡς δίκαιον ἦν, ἀλλ᾽ ὡς ἐβούλετο, κρινάσης τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα, [6] ὃν ὑμεῖς ἠγωνίσασθε, οὐδ᾽ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπέστην τῆς εἰς ὑμᾶς εὐνοίας, οὐδ᾽ ἀντηλλαξάμην ἀντὶ ταύτης οὐδέν, οὐ χάριν, οὐκ ἐλπίδας, οὐ πλοῦτον, οὐ δυναστείαν, οὐκ ἀσφάλειαν. καίτοι πάντα ταῦθ᾽ ἑώρων ὑπάρχοντα τοῖς καθ᾽ ὑμῶν βουλομένοις πολιτεύεσθαι. [7] δέ, πολλῶν ὄντων καὶ μεγάλων ἐφ᾽ οἷς εἰκότως ἐπέρχεταί μοι παρρησιάζεσθαι, μέγιστον ἡγοῦμαι, οὐκ ὀκνήσω γράψαι πρὸς ὑμᾶς, ὅτι ἐν ἅπαντι τῷ αἰῶνι τῶν μνημονευομένων ἀνθρώπων δεινοτάτου γεγενημένου Φιλίππου καὶ δι᾽ ὁμιλίας πεῖσαι προσέχειν αὑτῷ τὸν νοῦν ὡς βούλοιτο, καὶ διαφθεῖραι χρήμασι τοὺς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων γνωρίμους, ἐγὼ μόνος οὐδετέρου τούτων ἡττήθην, [8] κοινὴν ὑμῖν φιλοτιμίαν φέρει, πολλὰ μὲν ἐντυχὼν Φιλίππῳ καὶ διαλεχθεὶς ἐφ᾽ οἷς ὑμεῖς ἐπέμπετε πρεσβεύοντά με, πολλῶν δ᾽ ἀποσχόμενος χρημάτων διδόντος ἐκείνου, τῶν συνειδότων ἔτι πολλοὶ ζῶσιν. οὓς τίνα γνώμην ἔχειν περὶ ὑμῶν εἰκός, λογίσασθε: τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδ᾽ ὅτι συμφορὰ φανείη, κακία δ᾽ οὐδεμία, ὑμετέρα δ᾽ ἀγνωμοσύνη: ἣν τῷ μεταγνῶναι λύσαιτε.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: