previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ τῶν Λυκούργου παιδῶν

Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. περὶ μὲν τῶν κατ᾽ ἐμαυτόν, μοι παρ᾽ ὑμῶν ἐνόμιζον δίκαιον εἶναι γενέσθαι, τὴν προτέραν ἐπιστολὴν ἔπεμψα πρὸς ὑμᾶς: ὑπὲρ ὧν, ὅταν ὑμῖν δοκῇ, τότε συγχωρήσετε. περὶ δ᾽ ὧν νῦν ἐπέσταλκα, βουλοίμην ἂν ὑμᾶς μὴ παριδεῖν, μηδὲ πρὸς φιλονικίαν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀκοῦσαι. συμβαίνει γάρ μοι, καίπερ ἐκποδὼν διατρίβοντι, πολλῶν ἀκούειν ἐπιτιμώντων ὑμῖν τοῖς περὶ τοὺς Λυκούργου παῖδας γιγνομένοις. [2] ἐπέστειλα μὲν οὖν ἂν τὴν ἐπιστολὴν καὶ τῶν ἐκείνῳ ζῶντι πεπραγμένων ἕνεκα, ὧν ὁμοίως ἐμοὶ πάντες ἂν αὐτῷ δικαίως ἔχοιτε χάριν, εἰ τὰ προσήκοντα βούλοισθε ποιεῖν. ἐκεῖνος γὰρ αὑτὸν ἐν τῷ περὶ τὴν διοίκησιν μέρει τάξας τῆς πολιτείας τὸ κατ᾽ ἀρχάς, καὶ περὶ τῶν Ἑλληνικῶν καὶ συμμαχικῶν οὐδὲν εἰωθὼς γράφειν, ὅτε καὶ τῶν δημοτικῶν εἶναι προσποιουμένων οἱ πολλοὶ κατέλειπον ὑμᾶς, τότε ταῖς τοῦ δήμου προαιρέσεσιν προσένειμεν ἑαυτόν, [3] οὐχ ὅτι δωρεὰς καὶ προσόδους ἐκ τούτων ὑπῆρχε λαμβάνεινἀπὸ γὰρ τῶν ἐναντίων πάντα τὰ τοιαῦτ᾽ ἐγίγνετο), οὐδ᾽ ὅτι ταύτην ἀσφαλεστέραν τὴν προαίρεσιν οὖσαν ἑώραπολλοὺς γὰρ καὶ προδήλους εἶχε κινδύνους, οὓς ἀναγκαῖον ἦν ὑπομεῖναι τὸν ὑπὲρ τοῦ δήμου λέγειν προαιρούμενον), ἀλλ᾽ ὅτι δημοτικὸς καὶ φύσει χρηστὸς ἀνὴρ ἦν. [4] καίτοι παρὼν ἑώρα τοὺς μὲν βοηθήσαντας ἂν τῷ δήμῳ ἀσθενεῖς ἐπὶ τοῖς συμβεβηκόσιν ὄντας, τοὺς δὲ τἀναντία πράττοντας κατὰ πάντ᾽ ἐρρωμένους. ἀλλ᾽ ὅμως οὐδὲν ἧττον ἐκεῖνος εἵλεθ᾽ συμφέρειν ἡγεῖτο τῷ δήμῳ, καὶ μετὰ ταῦτ᾽ ἀόκνως καὶ λέγων καὶ πράττων προσῆκεν ἦν φανερός, ἐφ᾽ οἷς εὐθὺς ἐξῃτεῖτο, ὡς ἅπαντες ἴσασιν.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: