Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἵας Ἀπελλῆς
ἀπολέλοιπεν ἢ Ζεῦξις ἢ Νικόμαχος, ἆρ᾽ ἄν τις ἐπετίμησεν ἡμῖν, ὡς
τοῦ χαρίζεσθαι καὶ ψυχαγωγεῖν μᾶλλον ἢ τοῦ πείθειν στοχαζομένοις; ἐγὼ
μὲν οὐκ οἶμαι. τί δέ; ἐὰν ποιητικὴν πάλιν ἢ μαντικὴν 1 ἀποφαίνοντες οὐχ
ἑτέραν μὲν ἀνδρῶν ἑτέραν δὲ γυναικῶν
οὖσαν, ἀλλὰ τὴν αὐτήν, τὰ Σαπφοῦς μέλη τοῖς Ἀνακρέοντος ἢ τὰ
Σιβύλλης λόγια τοῖς; Βάκιδος ἀντιπαραβάλλωμεν, 2 ἕξει τις αἰτιάσασθαι δικαίως τὴν
ἀπόδειξιν, ὅτι χαίροντα καὶ τερπόμενον ἐπάγει τῇ πίστει τὸν ἀκροατήν;
οὐδὲ τοῦτ᾽ ἂν εἴποις. καὶ μὴν οὐκ ἔστιν
ἀρετῆς γυναικείας καὶ ἀνδρείας
2 ἀντιπαραβάλλωμεν Dinsius: ἀντιπαραβάλλοιμεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.