Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπίωσιν ἐκ τῆς χώρας εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος
καὶ προανελὼν τοὺς παῖδας. αἱ μὲν οὖν ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος
καὶ κελεύοντος εἰπεῖν εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ
διένευσαν, 1
ἀνθομολογούμεναι τὸ μὴ δεδιέναι μηδ᾽ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δ᾽
[p. 221] ἡ Τιμολέοντος γυνὴ καὶ διὰ τὸν ἄνδρα καὶ τὴν
ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διαναστῆναι μὲν οὐκ ἠξίωσεν οὐδ᾽ εἴασε
τὰς ἄλλας: καθεζομένη δ᾽ ἀπεκρίνατο πρὸς αὐτὸν ‘εἰ μὲν ἦς ἀνὴρ
φρόνιμος, οὐκ ἂν διελέγου γυναιξὶ περὶ
ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες, ἀμείνονας
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.