Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκέλευον οἰκεῖν παρ᾽
αὐτοῖς καὶ τῆς χώρας μετέδωκαν: εἶτα πολλὴν ἐν ὀλίγῳ χρόνῳ
λαμβάνοντας αὔξησιν ὁρῶντες, ἐπεβούλευον ἀνελεῖν εὐωχίαν τινὰ καὶ
θοίνην παρασκευάσαντες. ἔτυχε δὲ Καρίνη παρθένος; ἐρῶσα τοῦ Νυμφαίου
καὶ λανθάνουσα τοὺς ἄλλους: ἐκαλεῖτο δὲ
Καφένη: πραττομένων δὲ τούτων οὐ δυναμένη τὸν Νυμφαῖον περιορᾶν
ἀπολλύμενον, ἐξήγγειλε τὴν διάνοιαν αὐτῷ τῶν πολιτῶν. ὡς οὖν ἧκον οἱ
Κρυασσεῖς καλοῦντες αὐτούς, οὐκ ἔφη νόμον ὁ Νυμφαῖος Ἕλλησιν εἶναι
βαδίζειν ἐπὶ δεῖπνον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.