Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀπολαύουσα 1 τοῦ βίου
χρηστὸν ἀλλ᾽ ἢ 2 τὴν ἐλπίδα τῆς δίκης, ἣν ἔχουσα καταβαίνω πρὸς τὸν
ἐμὸν ἄνδρα. σοὶ δ᾽ , ὦ πάντων ἀνοσιώτατε ἀνθρώπων, τάφον ἀντὶ
θαλάμου καὶ γάμου παρασκευαζέτωσαν οἱ προσήκοντες.’
ταῦτα δ᾽ ἀκούσας ὁ Γαλάτης καὶ τοῦ φαρμάκου
δρῶντος ἤδη καὶ διακινοῦντος τὸ σῶμα συναισθόμενος ἐπέβη μὲν ὀχήματος
ὡς σάλῳ καὶ τιναγμῷ χρησόμενος, ἐξέστη δὲ παραχρῆμα καὶ μεταβὰς εἰς
φορεῖον ἑσπέρας ἀπέθανεν. ἡ δὲ Κάμμα
διενεγκοῦσα τὴν νύκτα καὶ πυθομένη τέλος ἔχειν ἐκεῖνον, εὐθύμως: καὶ
ἱλαρῶς κατέστρεψεν.
1 ἀπολαύουσα W: ἀπολαβοῦσα. cf. p. 259 e. 272 f
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.