Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συγγραφέως, οὐδενὸς δὲ τῶν γυναικείων
ἔλαττον εἰς ἀρετήν ἐστι, μαρτυρούμενον ἱεροῖς τε μεγάλοις, ἃ δρῶσι
Φωκεῖς ἔτι νῦν περὶ Ὑάμπολιν, καὶ δόγμασι
παλαιοῖς, ὧν τὸ μὲν καθ᾽ ἕκαστον τῆς πράξεως ἐν τῷ Δαϊφάντου βίῳ
γέγραπται, τὸ δὲ τῶν γυναικῶν τοιοῦτόν ἐστιν. ἄσπονδος ἦν Θετταλοῖς
πρὸς Φωκέας πόλεμος: οἱ μὲν γὰρ ἄρχοντας αὐτῶν καὶ τυράννους ἐν ταῖς
Φωκικαῖς πόλεσιν ἡμέρᾳ μιᾷ πάντας
ἀπέκτειναν, οἱ δὲ πεντήκοντα καὶ διακοσίους ἐκείνων ὁμήρους κατηλόησαν
εἶτα πανστρατιᾷ διὰ [p. 202] Λοκρῶν ἐνέβαλον, δόγμα θέμενοι
μηδενὸς φείδεσθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.