Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀντέχειν μὴ δυνάμενοι, συνεχώρησαν ἐξελθεῖν
ὑπόσπονδοι, χλαῖναν μίαν ἑκάστου καὶ ἱμάτιον ἄλλο δὲ μηδὲν ἔχοντος. αἱ δὲ γυναῖκες ἐκάκιζον αὐτούς, εἰ
προέμενοι τὰ ὅπλα γυμνοὶ διὰ τῶν πολεμίων ἐξίασιν ὀμωμοκέναι δὲ
φασκόντων, ἐκέλευον αὐτοὺς τὰ μὲν ὅπλα μὴ καταλιπεῖν, λέγειν δὲ πρὸς
τοὺς πολεμίους ὅτι χλαῖνα μέν ἐστι, τὸ ξυστόν, χιτὼν δ᾽ ἡ ἀσπὶς ἀνδρὶ θυμὸν ἔχοντι. πεισθέντων δὲ
ταῦτα τῶν Χίων καὶ πρὸς τοὺς Ἐρυθραίους παρρησιαζομένων καὶ τὰ ὅπλα
δεικνυόντων, ἐφοβήθησαν οἱ Ἐρυθραῖοι τὴν τόλμαν αὐτῶν καὶ οὐδεὶς
προσῆλθεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.