Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς οὐδὲν ἐπιεικὲς
οὐδὲ μέτριον: καὶ γὰρ αὐτὸς ἦν φύσει θηριώδης, καὶ τοῖς φυλάττουσι τὴν
ἀρχὴν καὶ τὸ σῶμα βαρβάροις μιγάσι δουλεύων ὑπὸ φόβου, πολλὰ μὲν
ὑβριστικὰ πολλὰ δ᾽ ὠμὰ τοὺς πολίτας ὑπ᾽
αὐτῶν περιεώρα πάσχοντας: οἷον ἦν καὶ τὸ Φιλοδήμου πάθος. ἔχοντος γὰρ
αὐτοῦ θυγατέρα καλὴν ὄνομα Μίκκαν ἐπεχείρησέ τις τῶν περὶ τὸν τύραννον
ξεναγῶν ὄνομα Λεύκιος ὕβρει μᾶλλον ἢ ἔρωτι συγγενέσθαι: καὶ πέμψας
ἐκάλει τὴν παρθένον. οἱ μὲν οὖν γονεῖς τὴν
ἀνάγκην ὁρῶντες ἐκέλευον βαδίζειν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.