Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐσθῆτα καὶ πολυτελῆ συνελήφθη
φορῶν ἣν ὁ δήμιος ἀναίμακτον αὑτῷ καὶ καθαρὰν διαφυλάξαι βουλόμενος,
καὶ ἀποδύων ἀτρέμα 1 τὸν νεανίσκον, εἶδε
τοὺς παρὰ τοῦ βασιλέως προσθέοντας ἅμα καὶ τοὔνομα τοῦ μειρακίου
βοῶντας. τὸν μὲν οὖν Βηπολιτανὸν ἡ πολλοὺς ἀπολέσασα φιλαργυρία διέσωσεν
ἀπροσδοκήτως. ὁ δὲ Πορηδόριξ κατακοπεὶς ἄταφος ἐξεβέβλητο , καὶ τῶν φίλων οὐδεὶς ἐτόλμησε προσελθεῖν γύναιον
δὲ Περγαμηνόν, ἐγνωσμένον ἀφ᾽ ὥρας ζῶντι [p. 239] τῷ
Γαλάτῃ, παρεκινδύνευσε θάψαι καὶ περιστεῖλαι
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.