Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἅμα τὰς χεῖρας
προτείνων ἀμφοτέρας ‘τί μέλλετε, 1 ἄνδρες ἀγαθοί;
καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς πατρίδος ἐναγωνίσασθαι’ πρῶτος μὲν
οὖν ὁ Κύλων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπομένων τῷ
Ἀριστοτίμῳ: Θρασυβούλου δὲ καὶ Λάμπιδος; ἐξ ἐναντίας ἐπιφερομένων, ἔφθη μὲν ὁ Ἀριστότιμος εἰς τὸ τοῦ
Διὸς ἱερὸν καταφυγών ἐκεῖ δ᾽ ἀποκτείναντες αὐτὸν καὶ τὸ σῶμα
προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ
μὴν ἔφθησάν γε πολὺ 2 τὰς γυναῖκας: εὐθὺς; γὰρ ἐξέδραμον μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς;
ἄνδρας ἀνέδουν καὶ κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ
τυράννου ῥυέντος, ἡ μὲν γυνὴ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.