Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ φίλοι προσέκειντο
θεραπείᾳ καὶ χάριτι τοῦ Σινόριγος μέγιστον δυναμένου, πείθοντες αὐτὴν
καὶ καταβιαζόμενοι: τέλος δὲ συνεχώρει καὶ μετεπέμπετο πρὸς ἑαυτὴν ἐκεῖνον, ὡς παρὰ τῇ 1 θεῷ τῆς συναινέσεως καὶ
καταπιστώσεως γενησομένης ἐλθόντα δὲ δεξαμένη φιλοφρόνως καὶ προσαγαγοῦσα
τῷ βωμῷ κατέσπεισεν ἐκ φιάλης, καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ τὸ δ᾽ ἐκεῖνον
ἐκέλευσεν: ἦν δὲ πεφαρμαγμένον μελίκρατον.
ὡς δ᾽ εἶδε πεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσκυνήσασα
‘μαρτύρομαί σε’ εἶπεν ‘ὦ πολυτίμητε δαῖμον, ὅτι ταύτης ἕνεκα
τῆς ἡμέρας ἐπέζησα τῷ Σινάτου φόνῳ, χρόνον τοσοῦτον οὐδὲν [p. 236]
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.