Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ Μάνδρων ἄλλην
τε πολλὴν ἐνεδείξατο τῷ Φόβῳ φιλοφροσύνην ἀποπλέοντι καὶ μέρος τῆς τε
χώρας καὶ τῆς πόλεως ὡς ὑπισχνεῖτο δώσειν, εἰ βούλοιτο Φωκαεῖς ἔχων
ἐποίκους εἰς τὴν Πιτυόεσσαν ἀφικέσθαι. πείσας οὖν τοὺς πολίτας ὁ
Φόβος ἐξέπεμψε τὸν ἀδελφὸν ἄγοντα τοὺς
ἐποίκους. καὶ τὰ μὲν παρὰ τοῦ Μάνδρωνος ὑπῆρχεν αὐτοῖς, ὥσπερ
προσεδόκησαν ὠφελείας δὲ μεγάλας καὶ λάφυρα καὶ λείας ἀπὸ τῶν προσοίκων
βαρβάρων λαμβάνοντες, ἐπίφθονοι τὸ πρῶτον εἶτα καὶ φοβεροὶ τοῖς Βέβρυξιν
ἦσαν. ἐπιθυμοῦντες οὖν αὐτῶν
ἀπαλλαγῆναι, τὸν μὲν Μάνδρωνα, χρηστὸν ὄντα καὶ δίκαιον ἄνδρα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.