previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[54] ἀναβοήσαντος δὲ σὺν ὁρμῇ τοῦ στρατοῦ παντὸς ἄγειν σφᾶς, εὐθὺς ἐπὶ τὴν θάλασσαν ἦγεν ἀπὸ τοῦ βήματος, πέντε πεζῶν τέλη καὶ ἱππέας λογάδας ἑξακοσίους. καὶ ἐπ᾽ ἀγκυρῶν ἀπεσάλευε κλυδωνίου διαταράσσοντος. χειμέριοι δ᾽ ἦσαν τροπαί, καὶ τὸ πνεῦμα ἄκοντα καὶ ἀσχάλλοντα κατεκώλυε, μέχρι καὶ τὴν πρώτην τοῦ ἔτους ἡμέραν ἐν Βρεντεσίῳ διατρῖψαι. καὶ δύο τελῶν ἄλλων ἐπελθόντων, δὲ καὶ τάδε προσλαβὼν ἀνήγετο χειμῶνος ἐπὶ ὁλκάδων: αἳ γὰρ ἦσαν αὐτῷ νῆες ὀλίγαι μακραί, Σαρδὼ καὶ Σικελίαν ἐφρούρουν. ὑπὸ δὲ χειμώνων ἐς τὰ Κεραύνια ὅρη περιαχθεὶς τὰ μὲν πλοῖα εὐθὺς ἐς Βρεντέσιον ἐπὶ τὴν ἄλλην στρατιὰν περιέπεμπεν, αὐτὸς δ᾽ ᾔει νυκτὸς ἐπὶ πόλιν Ὤρικον διὰ τραχείας ἀτραποῦ καὶ στενῆς, ἐς μέρη πολλὰ διασπώμενος ὑπὸ τῆς δυσχωρίας, ὡς εὐεπιχείρητος ἄν, εἴ τις ᾔσθετο, γενέσθαι. περὶ δὲ τὴν ἕω μόλις αὐτῷ συνῄει τὸ πλῆθος, καὶ φρούραρχος τῆς Ὠρίκου, τῶν ἔνδον αὐτῷ προειπόντων οὐ κωλύσειν ἐπιόντα Ῥωμαίων ὕπατον, τάς τε κλεῖς παρέδωκε τῷ Καίσαρι καὶ παρ᾽ αὐτῷ κατέμεινε τιμῆς ἀξιούμενος. Λουκρήτιος δὲ καὶ Μινούκιος ἐπὶ θάτερα τῆς Ὠρίκου ναυσὶν ὀκτωκαίδεκα μακραῖς Πομπηίῳ σῖτον ἐν πλοίοις φυλάσσοντες τά τε πλοῖα κατέδυσαν, ἵνα μὴ Καῖσαρ αὐτὰ λάβοι, καὶ ἐς Δυρράχιον διέφυγον. ἀπὸ δὲ τῆς Ὠρίκου Καῖσαρ ἐς Ἀπολλωνίαν ἠπείγετο: καὶ τῶν Ἀπολλωνιατῶν αὐτὸν δεχομένων, Σταβέριος φρούραρχος ἐξέλιπε τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: