previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[112] Καίσαρα δ᾽ ἐν τοῖς ὑπηρετικοῖς ἐς πολὺ τῆς νυκτὸς ἀνακωχεύοντα καὶ βουλευόμενον, εἴτε ἐς Κορνιφίκιον ἐπανέλθοι διὰ μέσων τοσῶνδε ναυαγίων εἴτε ἐς Μεσσάλαν διαφύγοι, θεὸς ἐς τὸν Λ̓βάλαν λιμένα παρήνεγκε μεθ᾽ ἑνὸς ὁπλοφόρου, χωρὶς φίλων τε καὶ ὑπασπιστῶν καὶ θεραπόντων. καί τινες ἐκ τῶν ὀρῶν ἐς πύστιν τῶν γεγονότων καταθέοντες εὗρον αὐτὸν τό τε σῶμα καὶ τὴν ψυχὴν ἐσταλμένον, καὶ ἐς ἀκάτιον ἐξ ἀκατίου μεταφέροντες, ἵνα διαλάθοι, μετεκόμισαν ἐς Μεσσάλαν οὐ μακρὰν ὄντα. δ᾽ εὐθύς, ἔτι ἀθεράπευτος, ἔς τε Κορνιφίκιον ἔστελλε λιβυρνίδα καὶ πανταχοῦ διὰ τῶν ὀρῶν περιέπεμπεν, ὅτι σῴζοιτο, Κορνιφικίῳ τε πάντας ἐπικουρεῖν ἐκέλευε καὶ αὐτὸς ἔγραφεν αὐτίκα πέμψειν βοήθειαν. θεραπεύσας δὲ τὸ σῶμα καὶ ἀναπαυσάμενος ὀλίγον ἐς Στυλίδα νυκτὸς ἐξῄει, παραπεμπόμενος ὑπὸ τοῦ Μεσσάλα, πρὸς Καρρίναν τρία ἔχοντα ἐπὶ τοῦ πρόπλου τέλη: καὶ τῷδε μὲν ἐκέλευσε διαπλεῖν ἐς τὸ πέραν, ἔνθα καὶ αὐτὸς ἔμελλε διαπλευσεῖσθαι, Ἀγρίππαν δὲ γράφων ἠξίου κινδυνεύοντι Κορνιφικίῳ πέμπειν Λαρώνιον μετὰ στρατιᾶς ὀξέως. Μαικήναν δ᾽ αὖθις ἐς Ῥώμην ἔπεμπε διὰ τοὺς νεωτερίζοντας: καί τινες παρακινοῦντες ἐκολάσθησαν. καὶ Μεσσάλαν ἐς Δικαιάρχειαν ἔπεμπεν, ἄγειν τὸ πρῶτον καλούμενον τέλος ἐς Ἱππώνειον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: