previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[130] ὧδε δὲ ἔτι ἐχόντων, Ἀντώνιος καὶ Λέπιδος ἐκ τοῦ βουλευτηρίου προῆλθον: καὶ γάρ τινες αὐτοὺς ἐκ πολλοῦ συνδραμόντες ἐκάλουν ὡς δὲ ὤφθησαν ἐκ μετεώρου καὶ σιγὴ κεκραγότων μόλις ἐγίγνετο, εἷς μέν τις ἐβόησεν, εἴτε κατὰ γνώμην ἰδίαν εἴτε παρεσκευασμένος: ‘φυλάσσεσθε παθεῖν ὅμοια.’ καὶ Ἀντώνιος αὐτῷ παραλύσας τι τοῦ χιτωνίσκου θώρακα ἐντὸς ἐπεδείκνυεν, ὑπερεθίζων ἄρα τοὺς ὁρῶντας ὡς οὐκ ἐνὸν σῴζεσθαι χωρὶς ὅπλων οὐδὲ ὑπάτοις. ἐπιβοώντων δ᾽ ἑτέρων τὸ πεπραγμένον ἐπεξιέναι καὶ τῶν πλεόνων περὶ τῆς εἰρήνης παρακαλούντων, τοῖς μὲν περὶ τῆς εἰρήνης ἔφη: ‘περὶ τούτου σκοποῦμεν, ὡς ἔσται τε καὶ γενομένη διαμενεῖ: δυσεύρετον γὰρ ἤδη τὸ ἀσφαλὲς αὐτῆς, ὅτι μηδὲ Καίσαρα ὤνησαν ὅρκοι τοσοίδε καὶ ἀραί.’ ἐς δὲ τοὺς ἐπεξιέναι παρακαλοῦντας ἐπιστραφεὶς ἐπῄνει μὲν ὡς εὐορκότερα καὶ εὐσεβέστερα αἱρουμένους καίαὐτὸς ἄν,’ ἔφη, "συνετασσόμην ὑμῖν καὶ τὰ αὐτὰ πρῶτος ἐβόων, εἰ μὴ ὕπατος ἦν, τοῦ λεγομένου συμφέρειν μᾶλλον τοῦ δικαίου μέλει: ὧδε γὰρ ἡμῖν οἱ ἔνδον παραινοῦσιν. οὕτω δέ που καὶ Καῖσαρ αὐτός, οὓς εἷλε πολέμῳ τῶν πολιτῶν, διὰ τὸ συμφέρον τῆς πόλεως περισώσας ὑπ᾽ αὐτῶν ἀπέθανε."

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: