This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[407α]
ἆρα, ἦν δ᾽ ἐγώ, ὅτι ἦν τι αὐτῷ ἔργον, ὃ εἰ μὴ πράττοι, οὐκ ἐλυσιτέλει ζῆν;δῆλον, ἔφη.ὁ δὲ δὴ πλούσιος, ὥς φαμεν, οὐδὲν ἔχει τοιοῦτον ἔργον προκείμενον, οὗ ἀναγκαζομένῳ ἀπέχεσθαι ἀβίωτον.οὔκουν δὴ λέγεταί γε.Φωκυλίδου γάρ, ἦν δ᾽ ἐγώ, οὐκ ἀκούεις πῶς φησι δεῖν, ὅταν τῳ ἤδη βίος ᾖ, ἀρετὴν ἀσκεῖν.οἶμαι δέ γε, ἔφη, καὶ πρότερον.μηδέν, εἶπον, περὶ τούτου αὐτῷ μαχώμεθα, ἀλλ᾽ ἡμᾶς αὐτοὺς διδάξωμεν πότερον μελετητέον τοῦτο τῷ πλουσίῳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.