Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[377α]
παιδευτέον δ᾽ ἐν ἀμφοτέροις, πρότερον δ᾽ ἐν τοῖς ψευδέσιν;οὐ μανθάνω, ἔφη, πῶς λέγεις.οὐ μανθάνεις, ἦν δ᾽ ἐγώ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους λέγομεν; τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα.ἔστι ταῦτα.τοῦτο δὴ ἔλεγον, ὅτι μουσικῆς πρότερον ἁπτέον ἢ γυμναστικῆς.ὀρθῶς, ἔφη.οὐκοῦν οἶσθ᾽ ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.