Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[535α]
ἤδη τέλος τὰ τῶν μαθημάτων;ἔμοιγ᾽, ἔφη.διανομὴ τοίνυν, ἦν δ᾽ ἐγώ, τὸ λοιπόν σοι, τίσιν ταῦτα τὰ μαθήματα δώσομεν καὶ τίνα τρόπον.δῆλον, ἔφη.μέμνησαι οὖν τὴν προτέραν ἐκλογὴν τῶν ἀρχόντων, οἵους ἐξελέξαμεν;πῶς γάρ, ἦ δ᾽ ὅς, οὔ;τὰ μὲν ἄλλα τοίνυν, ἦν δ᾽ ἐγώ, ἐκείνας τὰς φύσεις οἴου δεῖν ἐκλεκτέας εἶναι: τούς τε γὰρ βεβαιοτάτους καὶ τοὺς ἀνδρειοτάτους προαιρετέον, καὶ κατὰ δύναμιν τοὺς εὐειδεστάτους:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.