Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[608δ]
χρόνου ἐσπουδακέναι, ἀλλ᾽ οὐχ ὑπὲρ τοῦ παντός;οἶμαι ἔγωγ᾽, ἔφη: ἀλλὰ τί τοῦτο λέγεις;οὐκ ᾔσθησαι, ἦν δ᾽ ἐγώ, ὅτι ἀθάνατος ἡμῶν ἡ ψυχὴ καὶ οὐδέποτε ἀπόλλυται;καὶ ὃς ἐμβλέψας μοι καὶ θαυμάσας εἶπε: μὰ Δί᾽, οὐκ ἔγωγε: σὺ δὲ τοῦτ᾽ ἔχεις λέγειν;εἰ μὴ ἀδικῶ γ᾽, ἔφην. οἶμαι δὲ καὶ σύ: οὐδὲν γὰρ χαλεπόν.ἔμοιγ᾽, ἔφη: σοῦ δ᾽ ἂν ἡδέως ἀκούσαιμι τὸ οὐ χαλεπὸν τοῦτο.ἀκούοις ἄν, ἦν δ᾽ ἐγώ.λέγε μόνον, ἔφη.ἀγαθόν τι, εἶπον, καὶ κακὸν καλεῖς;ἔγωγε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.