Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[601ξ]
οὕτως;ναί.μὴ τοίνυν ἡμίσεως αὐτὸ καταλίπωμεν ῥηθέν, ἀλλ᾽ ἱκανῶς ἴδωμεν.λέγε, ἔφη.ζωγράφος, φαμέν, ἡνίας τε γράψει καὶ χαλινόν;ναί.ποιήσει δέ γε σκυτοτόμος καὶ χαλκεύς;πάνυ γε.ἆρ᾽ οὖν ἐπαΐει οἵας δεῖ τὰς ἡνίας εἶναι καὶ τὸν χαλινὸν ὁ γραφεύς; ἢ οὐδ᾽ ὁ ποιήσας, ὅ τε χαλκεὺς καὶ ὁ σκυτεύς, ἀλλ᾽ ἐκεῖνος ὅσπερ τούτοις ἐπίσταται χρῆσθαι, μόνος ὁ ἱππικός;ἀληθέστατα.ἆρ᾽ οὖν οὐ περὶ πάντα οὕτω φήσομεν ἔχειν;πῶς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.