Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[379β]
οὐκοῦν ἀγαθὸς ὅ γε θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω;τί μήν;ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν: ἦ γάρ;οὔ μοι δοκεῖ.ἆρ᾽ οὖν ὃ μὴ βλαβερὸν βλάπτει;οὐδαμῶς.ὃ δὲ μὴ βλάπτει κακόν τι ποιεῖ;οὐδὲ τοῦτο.ὃ δέ γε μηδὲν κακὸν ποιεῖ οὐδ᾽ ἄν τινος εἴη κακοῦ αἴτιον;πῶς γάρ;τί δέ; ὠφέλιμον τὸ ἀγαθόν;ναί.αἴτιον ἄρα εὐπραγίας;ναί.οὐκ ἄρα πάντων γε αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.