Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[509ξ]
καὶ ὁ Γλαύκων μάλα γελοίως, Ἄπολλον, ἔφη, δαιμονίας ὑπερβολῆς.σὺ γάρ, ἦν δ᾽ ἐγώ, αἴτιος, ἀναγκάζων τὰ ἐμοὶ δοκοῦντα περὶ αὐτοῦ λέγειν.καὶ μηδαμῶς γ᾽, ἔφη, παύσῃ, εἰ μή τι, ἀλλὰ τὴν περὶ τὸν ἥλιον ὁμοιότητα αὖ διεξιών, εἴ πῃ ἀπολείπεις.ἀλλὰ μήν, εἶπον, συχνά γε ἀπολείπω.μηδὲ σμικρὸν τοίνυν, ἔφη, παραλίπῃς.οἶμαι μέν, ἦν δ᾽ ἐγώ, καὶ πολύ: ὅμως δέ, ὅσα γ᾽ ἐν τῷ παρόντι δυνατόν, ἑκὼν οὐκ ἀπολείψω.μὴ γάρ, ἔφη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.