Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[351δ]
οὐ δῆτα, ἦ δ᾽ ὅς.τί δ᾽ εἰ μὴ ἀδικοῖεν; οὐ μᾶλλον;πάνυ γε.στάσεις γάρ που, ὦ Θρασύμαχε, ἥ γε ἀδικία καὶ μίση καὶ μάχας ἐν ἀλλήλοις παρέχει, ἡ δὲ δικαιοσύνη ὁμόνοιαν καὶ φιλίαν: ἦ γάρ;ἔστω, ἦ δ᾽ ὅς, ἵνα σοι μὴ διαφέρωμαι.ἀλλ᾽ εὖ γε σὺ ποιῶν, ὦ ἄριστε. τόδε δέ μοι λέγε: ἆρα εἰ τοῦτο ἔργον ἀδικίας, μῖσος ἐμποιεῖν ὅπου ἂν ἐνῇ, οὐ καὶ ἐν ἐλευθέροις τε καὶ δούλοις ἐγγιγνομένη μισεῖν ποιήσει ἀλλήλους καὶ στασιάζειν καὶ ἀδυνάτους εἶναι κοινῇ μετ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.