Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[613β]
ἀρετὴν εἰς ὅσον δυνατὸν ἀνθρώπῳ ὁμοιοῦσθαι θεῷ.εἰκός γ᾽, ἔφη, τὸν τοιοῦτον μὴ ἀμελεῖσθαι ὑπὸ τοῦ ὁμοίου.οὐκοῦν περὶ τοῦ ἀδίκου τἀναντία τούτων δεῖ διανοεῖσθαι;σφόδρα γε.τὰ μὲν δὴ παρὰ θεῶν τοιαῦτ᾽ ἄττ᾽ ἂν εἴη νικητήρια τῷ δικαίῳ.κατὰ γοῦν ἐμὴν δόξαν, ἔφη.τί δέ, ἦν δ᾽ ἐγώ, παρ᾽ ἀνθρώπων; ἆρ᾽ οὐχ ὧδε ἔχει, εἰ δεῖ τὸ ὂν τιθέναι; οὐχ οἱ μὲν δεινοί τε καὶ ἄδικοι δρῶσιν ὅπερ οἱ δρομῆς ὅσοι ἂν θέωσιν εὖ ἀπὸ τῶν κάτω, ἀπὸ δὲ τῶν ἄνω μή; τὸ μὲν πρῶτον ὀξέως ἀποπηδῶσιν, τελευτῶντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.