Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[453β]
οὐδέν, ἔφη, κωλύει.λέγωμεν δὴ ὑπὲρ αὐτῶν ὅτι ‘ὦ Σώκρατές τε καὶ Γλαύκων, οὐδὲν δεῖ ὑμῖν ἄλλους ἀμφισβητεῖν: αὐτοὶ γὰρ ἐν ἀρχῇ τῆς κατοικίσεως, ἣν ᾠκίζετε πόλιν, ὡμολογεῖτε δεῖν κατὰ φύσιν ἕκαστον ἕνα ἓν τὸ αὑτοῦ πράττειν.’ὡμολογήσαμεν οἶμαι: πῶς γὰρ οὔ;‘ἔστιν οὖν ὅπως οὐ πάμπολυ διαφέρει γυνὴ ἀνδρὸς τὴν φύσιν;’πῶς δ᾽ οὐ διαφέρει;‘οὐκοῦν ἄλλο καὶ ἔργον ἑκατέρῳ προσήκει προστάττειν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.