previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὖν Μενέλαος λέγειοἶδας ὡς Αἰγύπτιός εἰμι τὸ γένος: φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. Ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι. [2] Ἐπεὶ οὖν τῇ ναυαγίᾳ περιεπέσομεν, εἶτά με προσέρριψε τὸ κῦμα τοῖς τῆς Αἰγύπτου παραλίοις, λαμβάνομαι μετὰ τοῦ Σατύρου πρὸς τῶν ταύτῃ παραφυλαττόντων λῃστῶν. Ὡς δὲ ἄγομαι πρὸς τὸν λῄσταρχον, ταχύ με τῶν λῃστῶν τινες γνωρίσαντες λύουσί μου τὰ δεσμά, θαρρεῖν τε ἐκέλευον καὶ συμπονεῖν αὐτοῖς, [p. 105] ὡς ἂν οἰκεῖον. [3] Ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν.’ Οἱ δὲἀλλ̓ ὅπωςἔφησανἐπιδείξεις ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον.’ Κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθῆραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιπὸν σῶμα σορῷ παραδόντας ἀναχωρῆσαι, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. ‘λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε, σὸς γὰρ ἐντεῦθεν λόγος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: