previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμῶν εἰρημένα σκοπεῖν ἐκ τούτων πάρεστιν. γὰρ Φιλῖνος ἀρχόμενος ἅμα τῶν πραγμάτων καὶ τῆς δευτέρας βύβλου φησὶ προσκαθῆσθαι τῇ Μεσσήνῃ πολεμοῦντας τούς τε Καρχηδονίους καὶ τοὺς Συρακοσίους, [2] παραγενομένους δὲ τοὺς Ῥωμαίους κατὰ θάλατταν εἰς τὴν πόλιν εὐθὺς ἐξελθεῖν ἐπὶ τοὺς Συρακοσίους: λαβόντας δὲ πολλὰς πληγὰς ἐπανελθεῖν εἰς τὴν Μεσσήνην: αὖθις δ᾽ ἐπὶ τοὺς Καρχηδονίους ἐκπορευθέντας οὐ μόνον πληγὰς λαβεῖν, ἀλλὰ καὶ ζωγρίᾳ τῶν στρατιωτῶν ἱκανοὺς ἀποβαλεῖν. [3] ταῦτα δ᾽ εἰπὼν τὸν μὲν Ἱέρωνά φησι μετὰ τὴν γενομένην συμπλοκὴν οὕτως ἔξω γενέσθαι τοῦ φρονεῖν ὥστε μὴ μόνον παραχρῆμα τὸν χάρακα καὶ τὰς σκηνὰς ἐμπρήσαντα φυγεῖν νυκτὸς εἰς τὰς Συρακούσας, ἀλλὰ καὶ τὰ φρούρια πάντα καταλιπεῖν τὰ κείμενα κατὰ τῆς τῶν Μεσσηνίων χώρας: [4] ὁμοίως δὲ καὶ τοὺς Καρχηδονίους μετὰ τὴν μάχην εὐθέως ἐκλιπόντας τὸν χάρακα διελεῖν σφᾶς εἰς τὰς πόλεις, τῶν δ᾽ ὑπαίθρων οὐδ᾽ ἀντιποιεῖσθαι τολμᾶν ἔτι: διὸ καὶ συνθεωρήσαντας τοὺς ἡγουμένους αὐτῶν ἀποδεδειλιακότας τοὺς ὄχλους βουλεύσασθαι μὴ κρίνειν διὰ μάχης τὰ πράγματα: [5] τοὺς δὲ Ῥωμαίους ἑπομένους αὐτοῖς οὐ μόνον τὴν χώραν πορθεῖν τῶν Καρχηδονίων καὶ Συρακοσίων, ἀλλὰ καὶ τὰς Συρακούσας αὐτὰς προσκαθίσαντας ἐπιβαλέσθαι πολιορκεῖν. [6] ταῦτα δ᾽, ὡς ἐμοὶ δοκεῖ, τῆς πάσης ἐστὶν ἀλογίας πλήρη καὶ διαστολῆς οὐ προσδεῖται τὸ παράπαν. [7] οὓς μὲν γὰρ πολιορκοῦντας τὴν Μεσσήνην καὶ νικῶντας ἐν ταῖς συμπλοκαῖς ὑπέθετο, τούτους φεύγοντας καὶ τῶν ὑπαίθρων ἐκχωροῦντας καὶ τέλος πολιορκουμένους καὶ ταῖς ψυχαῖς ἀποδεδειλιακότας ἀπέφηνεν: [8] οὓς δ᾽ ἡττωμένους καὶ πολιορκουμένους ὑπεστήσατο, τούτους διώκοντας καὶ παραχρῆμα κρατοῦντας τῶν ὑπαίθρων καὶ τέλος πολιορκοῦντας τὰς Συρακούσας ἀπέδειξε. [9] ταῦτα δὲ συνᾴδειν ἀλλήλοις οὐδαμῶς δύναται: πῶς γάρ; ἀλλ᾽ ἀναγκαῖον τὰς ὑποθέσεις εἶναι τὰς πρώτας ψευδεῖς τὰς ὑπὲρ τῶν συμβαινόντων ἀποφάσεις. [10] εἰσὶ δ᾽ αὗται μὲν ἀληθεῖς: καὶ γὰρ ἐξεχώρησαν οἱ Καρχηδόνιοι καὶ Συρακόσιοι τῶν ὑπαίθρων, καὶ τὰς Συρακούσας ἐπολέμουν οἱ Ῥωμαῖοι κατὰ πόδας, ὡς δ᾽ οὗτός φησι, καὶ τὴν Ἐχέτλαν, ἐν μέσῃ κειμένην τῇ τῶν Συρακοσίων καὶ Καρχηδονίων ἐπαρχίᾳ. [11] λοιπὸν ἀνάγκη συγχωρεῖν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εἶναι ψευδεῖς, καὶ νικώντων εὐθέως τῶν Ῥωμαίων ἐν ταῖς περὶ τὴν Μεσσήνην συμπλοκαῖς ἡττημένους αὐτοὺς ἡμῖν ὑπὸ τοῦ συγγραφέως ἀπηγγέλθαι. [12]

Φιλῖνον μὲν οὖν παρ᾽ ὅλην ἄν τις τὴν πραγματείαν εὕροι τοιοῦτον ὄντα, παραπλησίως δὲ καὶ Φάβιον, ὡς ἐπ᾽ αὐτῶν δειχθήσεται τῶν καιρῶν. [13] ἡμεῖς δ᾽ ἐπειδὴ τοὺς ἁρμόζοντας πεποιήμεθα λόγους ὑπὲρ τῆς παρεκβάσεως, ἐπανελθόντες ἐπὶ τὰς πράξεις πειρασόμεθα προστιθέντες ἀεὶ τὸν ἑξῆς λόγον εἰς ἀληθινὰς ἐννοίας ἄγειν διὰ βραχέων τοὺς ἐντυγχάνοντας ὑπὲρ τοῦ προειρημένου πολέμου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: