previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φῆς τὸν κατὰ μέρος ἀποδοῦναι λόγον: καθάπερ γὰρ ἐπὶ τῶν διαφερόντων πυκτῶν καὶ ταῖς γενναιότησι καὶ ταῖς εὐεξίαις, ὅταν εἰς τὸν ὑπὲρ αὐτοῦ τοῦ στεφάνου συγκαταστάντες καιρὸν διαμάχωνται πληγὴν ἐπὶ πληγῇ τιθέντες ἀδιαπαύστως, λόγον μὲν πρόνοιαν ἔχειν ὑπὲρ ἑκάστης ἐπιβολῆς καὶ πληγῆς οὔτε τοῖς ἀγωνιζομένοις οὔτε τοῖς θεωμένοις ἐστὶ δυνατόν, [2] ἐκ δὲ τῆς καθόλου τῶν ἀνδρῶν ἐνεργείας καὶ τῆς ἑκατέρου φιλοτιμίας ἔστι καὶ τῆς ἐμπειρίας αὐτῶν καὶ τῆς δυνάμεως, πρὸς δὲ καὶ τῆς εὐψυχίας, ἱκανὴν ἔννοιαν λαβεῖν, οὕτως δὲ καὶ περὶ τῶν νῦν λεγομένων στρατηγῶν. [3] τὰς μὲν γὰρ αἰτίας τοὺς τρόπους, δι᾽ ὧν ἀν᾽ ἑκάστην ἡμέραν ἐποιοῦντο κατ᾽ ἀλλήλων ἐνέδρας, ἀντενέδρας, ἐπιθέσεις, προσβολάς, οὔτ᾽ ἂν γράφων ἐξαριθμούμενος ἐφίκοιτο, τοῖς τ᾽ ἀκούουσιν ἀπέραντος ἅμα δ᾽ ἀνωφελὴς ἂν ἐκ τῆς ἀναγνώσεως γίνοιτο χρεία: [4] ἐκ δὲ τῆς καθολικῆς ἀποφάσεως περὶ αὐτῶν καὶ τοῦ τέλους τῆς φιλοτιμίας μᾶλλον ἄν τις εἰς ἔννοιαν ἔλθοι τῶν προειρημένων. [5] οὔτε γὰρ τῶν ἐξ ἱστορίας στρατηγημάτων οὔτε τῶν ἐκ τοῦ καιροῦ καὶ τῆς ὑποκειμένης περιστάσεως ἐπινοημάτων οὔτε τῶν εἰς παράβολον καὶ βίαιον ἀνηκόντων τόλμαν οὐδὲν παρελείφθη. [6] κρίσιν γε μὴν ὁλοσχερῆ γενέσθαι διὰ πλείους αἰτίας οὐχ οἷόν τ᾽ ἦν: αἵ τε γὰρ δυνάμεις ἀμφοτέρων ἦσαν ἐφάμιλλοι, τά τε κατὰ τοὺς χάρακας ὁμοίως ἀπρόσιτα διὰ τὴν ὀχυρότητα, τό τε διάστημα τῶν στρατοπέδων βραχὺ παντελῶς. [7] ὅπερ αἴτιον ἦν μάλιστα τοῦ τὰς μὲν κατὰ μέρος συμπτώσεις ἀπαύστους γίνεσθαι καθ᾽ ἡμέραν, ὁλοσχερὲς δὲ συντελεῖσθαι μηδέν. [8] τούτους γὰρ αὐτοὺς ἀεὶ συνέβαινε διαφθείρεσθαι κατὰ τὰς συμπλοκάς, τοὺς ἐν χειρῶν νόμῳ περιπεσόντας: οἱ δ᾽ ἅπαξ ἐγκλίναντες εὐθέως ἐκτὸς τοῦ δεινοῦ πάντες ἦσαν ὑπὸ ταῖς αὑτῶν ἀσφαλείαις καὶ πάλιν ἐκ μεταβολῆς ἐκινδύνευον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PANORMUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: