previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


νίων. Ἰμίλκων δ᾽ τεταγμένος ἐπὶ τῆς πόλεως στρατηγός, θεωρῶν τὴν ὁρμὴν καὶ προθυμίαν τῶν μὲν ἐν τῇ πόλει διὰ τὴν παρουσίαν τῆς βοηθείας τῶν δὲ παραγεγονότων διὰ τὴν ἀπειρίαν τῶν περιεστώτων κακῶν, [2] βουλόμενος ἀκεραίοις ἀποχρήσασθαι ταῖς ἑκατέρων ὁρμαῖς πρὸς τὴν διὰ τοῦ πυρὸς ἐπίθεσιν τοῖς ἔργοις, συνῆγε πάντας εἰς ἐκκλησίαν: [3] παρακαλέσας δὲ τῷ καιρῷ τὰ πρέποντα διὰ πλειόνων καὶ παραστήσας ὁρμὴν ὑπερβάλλουσαν διά τε τὸ μέγεθος τῶν ἐπαγγελιῶν τοῖς κατ᾽ ἰδίαν ἀνδραγαθήσασι καὶ τὰς κατὰ κοινὸν ἐσομένας χάριτας αὐτοῖς καὶ δωρεὰς παρὰ Καρχηδονίων, [4] ὁμοθυμαδὸν ἐπισημαινομένων καὶ βοώντων μὴ μέλλειν, ἀλλ᾽ ἄγειν αὐτούς, τότε μὲν ἐπαινέσας καὶ δεξάμενος τὴν προθυμίαν ἀφῆκε, παραγγείλας ἀναπαύεσθαι καθ᾽ ὥραν καὶ πειθαρχεῖν τοῖς ἡγουμένοις: [5] μετ᾽ οὐ πολὺ δὲ συγκαλέσας τοὺς προεστῶτας αὐτῶν διένειμε τοὺς ἁρμόζοντας πρὸς τὴν ἐπίθεσιν ἑκάστοις τόπους καὶ τὸ σύνθημα καὶ τὸν καιρὸν τῆς ἐπιθέσεως ἐδήλωσε καὶ παρήγγειλε τοῖς ἡγεμόσι μετὰ πάντων τῶν ὑποτεταγμένων ἐπὶ τοῖς τόποις ἑωθινῆς εἶναι φυλακῆς. [6] τῶν δὲ πειθαρχησάντων, ἐξαγαγὼν τὴν δύναμιν ἅμα τῷ φωτὶ κατὰ πλείους τόπους ἐνεχείρει τοῖς ἔργοις. [7] οἱ δὲ Ῥωμαῖοι διὰ τὸ προορᾶσθαι τὸ μέλλον οὐκ ἀργῶς οὐδ᾽ ἀπαρασκεύως εἶχον, ἀλλ᾽ ἑτοίμως ἐβοήθουν πρὸς τὸ δεόμενον καὶ διεμάχοντο τοῖς πολεμίοις ἐρρωμένως. [8] πάντων δ᾽ ἐν βραχεῖ χρόνῳ συμπεσόντων ἀλλήλοις ἦν ἀγὼν παράβολος πέριξ τοῦ τείχους: οἱ μὲν γὰρ ἐκ τῆς πόλεως ἦσαν οὐκ ἐλάττους δισμυρίων, οἱ δ᾽ ἔξωθεν ἔτι πλείους τούτων. [9] ὅσῳ δὲ συνέβαινε τοὺς ἄνδρας ἐκτὸς τάξεως ποιεῖσθαι τὴν μάχην ἀναμὶξ κατὰ τὰς αὑτῶν προαιρέσεις, τοσούτῳ λαμπρότερος ἦν κίνδυνος, ὡς ἂν ἐκ τοσούτου πλήθους κατ᾽ ἄνδρα καὶ κατὰ ζυγὸν οἱονεὶ μονομαχικῆς συνεστώσης περὶ τοὺς ἀγωνιζομένους τῆς φιλοτιμίας. [10] οὐ μὴν ἀλλ᾽ τε κραυγὴ καὶ τὸ σύστρεμμα διαφέρον ἦν πρὸς αὐτοῖς τοῖς ἔργοις. [11] οἱ γὰρ ἀρχῆθεν ἐπ᾽ αὐτῷ τούτῳ παρ᾽ ἀμφοῖν ταχθέντες, οἱ μὲν ἐπὶ τῷ τρέψασθαι τοὺς ἐπὶ τῶν ἔργων οἱ δ᾽ ἐπὶ τῷ μὴ προέσθαι ταῦτα, τηλικαύτην ἐποιοῦντο φιλοτιμίαν καὶ σπουδήν, οἱ μὲν ἐξῶσαι σπεύδοντες, οἱ δ᾽ οὐδαμῶς εἶξαι τούτοις τολμῶντες, ὥστε διὰ τὴν προθυμίαν τέλος ἐν αὐταῖς μένοντες ταῖς ἐξ ἀρχῆς χώραις ἀπέθνησκον. [12] οἵ γε μὴν ἅμα τούτοις ἀναμεμιγμένοι, δᾷδα καὶ στυππίον καὶ πῦρ ἔχοντες, οὕτω τολμηρῶς καὶ πανταχόθεν ἅμα προσπίπτοντες ἐνέβαλλον ταῖς μηχαναῖς ὥστε τοὺς Ῥωμαίους εἰς τὸν ἔσχατον παραγενέσθαι κίνδυνον, μὴ δυναμένους κατακρατῆσαι τῆς τῶν ἐναντίων ἐπιβολῆς. [13] δὲ τῶν Καρχηδονίων στρατηγὸς θεωρῶν ἐν μὲν τῷ κινδύνῳ πολλοὺς ἀποθνήσκοντας, οὗ δ᾽ ἕνεκα ταῦτ᾽ ἔπραττεν, οὐ δυναμένους κρατῆσαι τῶν ἔργων, ἀνακαλεῖσθαι τοὺς ἑαυτοῦ παρήγγειλε τοῖς σαλπισταῖς. [14] οἱ δὲ Ῥωμαῖοι παρ᾽ οὐδὲν ἐλθόντες τοῦ πάσας ἀποβαλεῖν τὰς παρασκευάς, τέλος ἐκράτησαν τῶν ἔργων καὶ πάντα διετήρησαν ἀσφαλῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: