previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καθίκοντο τῆς προθέσεως. καὶ τί δήποτ᾽ ἔστι τὸ αἴτιον, ἀπορήσαι τις ἄν, ὅτι κεκρατηκότες τῶν ὅλων καὶ πολλαπλασίαν ἔχοντες ὑπεροχὴν νῦν πρόσθεν οὔτ᾽ ἂν πληρῶσαι τοσαύτας ναῦς οὔτ᾽ ἀναπλεῦσαι τηλικούτοις στόλοις δυνηθεῖεν; [2] οὐ μὴν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατανοεῖν, ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολιτείας ἔλθωμεν: ὑπὲρ ἧς οὔθ᾽ ἡμῖν ἐν παρέργῳ ῥητέον οὔτε τοῖς ἀκούουσιν ἀργῶς προσεκτέον. [3] τὸ μὲν γὰρ θέαμα καλόν, σχεδὸν δ᾽ ὡς ἔπος εἰπεῖν ἄγνωστον ἕως τοῦ νῦν χάριν τῶν περὶ αὐτῆς συγγεγραφότων. [4] οἱ μὲν γὰρ ἠγνοήκασιν, οἱ δ᾽ ἀσαφῆ καὶ τελέως ἀνωφελῆ πεποίηνται τὴν ἐξήγησιν. [5] πλὴν ἔν γε τῷ προειρημένῳ πολέμῳ τὰς μὲν τῶν πολιτευμάτων ἀμφοτέρων προαιρέσεις ἐφαμίλλους εὕροι τις ἂν γεγενημένας οὐ μόνον ταῖς ἐπιβολαῖς ἀλλὰ καὶ ταῖς μεγαλοψυχίαις, μάλιστα δὲ τῇ περὶ τῶν πρωτείων φιλοτιμίᾳ, [6] τούς γε μὴν ἄνδρας οὐ μικρῷ πολλῷ δὲ γενναιοτέρους ἐν παντὶ Ῥωμαίους: ἡγεμόνα δὲ καὶ γνώμῃ καὶ τόλμῃ θετέον ἄριστον Ἀμίλκαν τῶν τότε γεγονέναι τὸν Βάρκαν ἐπικαλούμενον, πατέρα δὲ κατὰ φύσιν Ἀννίβου τοῦ μετὰ ταῦτα πολεμήσαντος Ῥωμαίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: