previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δεινοῦ καὶ πάσης πολεμικῆς περιστάσεως. μετὰ δὲ ταῦτα διὰ τὴν Ἀρκάδων ἀμφισβήτησιν περὶ Λασιῶνος καὶ τῆς Πισάτιδος πάσης ἀναγκασθέντες ἐπαμύνειν τῇ χώρᾳ καὶ μεταλαβεῖν τὰς ἀγωγὰς τῶν βίων, [2] οὐκέτι περὶ τοῦ πάλιν ἀνακτήσασθαι παρὰ τῶν Ἑλλήνων τὴν παλαιὰν καὶ πάτριον ἀσυλίαν οὐδὲ τὴν τυχοῦσαν ἐπιμέλειαν ἔσχον, ἀλλ᾽ ἔμειναν ἐπὶ τῶν αὐτῶν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν γνώμην περὶ τοῦ μέλλοντος ποιούμενοι πρόνοιαν. [3] εἰ γάρ, ἧς πάντες εὐχόμεθα τοῖς θεοῖς τυχεῖν, καὶ πᾶν ὑπομένομεν ἱμείροντες αὐτῆς μετασχεῖν, καὶ μόνον τοῦτο τῶν νομιζομένων ἀγαθῶν ἀναμφισβήτητόν ἐστι παρ᾽ ἀνθρώποις, λέγω δὴ τὴν εἰρήνην, ταύτην δυνάμενοί τινες μετὰ τοῦ δικαίου καὶ καθήκοντος παρὰ τῶν Ἑλλήνων εἰς πάντα τὸν χρόνον ἀδήριτον κτᾶσθαι παρολιγωροῦσιν προυργιαίτερόν τι ποιοῦνται τούτου, πῶς οὐκ ἂν ὁμολογουμένως ἀγνοεῖν δόξαιεν; νὴ Δί᾽, [4] ἀλλ᾽ ἴσως εὐεπίθετοι τοῖς πολεμεῖν καὶ παρασπονδεῖν προθεμένοις ἐκ τῆς τοιαύτης ἀγωγῆς γίνονται τῶν βίων. [5] ἀλλ᾽ ἐκεῖνο μὲν σπάνιον, κἄν ποτε γένηται, δυνάμενον κοινῆς ὑπὸ τῶν Ἑλλήνων τυγχάνειν ἐπικουρίας: [6] πρὸς δὲ τὰς κατὰ μέρος ἀδικίας ὑπογενομένης τοῖς βίοις χορηγίας, ὅπερ εἰκὸς ὑπάρξειν πάντα χρόνον ἐν εἰρήνῃ διάγουσι, δῆλον ὡς οὐκ ἂν ἠπόρησαν ξένων καὶ μισθοφόρων τῶν κατὰ τόπους καιροὺς παρεφεδρευόντων. [7] νῦν δὲ τὸ σπάνιον καὶ παράδοξον δεδιότες, ἐν συνεχέσι πολέμοις καὶ καταφθοραῖς τήν τε χώραν ἔχουσι καὶ τοὺς βίους. [8]

ταῦτα μὲν οὖν ἡμῖν τῆς Ἠλείων ὑπομνήσεως εἰρήσθω χάριν, ἐπειδὴ τὰ τῶν καιρῶν οὐδέποτε πρότερον εὐφυεστέραν διάθεσιν ἔσχηκε τῆς νῦν πρὸς τὸ παρὰ πάντων ὁμολογουμένην κτήσασθαι τὴν ἀσυλίαν: τὴν δὲ χώραν, καθάπερ ἐπάνω προεῖπον, ἔτι τῆς παλαιᾶς συνηθείας οἷον αἰθυγμάτων ἐμμε

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ELIS
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: