previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μεθύδριον τῆς Μεγαλοπολίτιδος: οἱ δὲ τῶν Ἀχαιῶν ἡγεμόνες, συνέντες τὴν παρουσίαν τῶν Αἰτωλῶν, οὕτως κακῶς ἐχρήσαντο τοῖς πράγμασιν ὥσθ᾽ ὑπερβολὴν ἀνοίας μὴ καταλιπεῖν. [2] ἀναστρέψαντες γὰρ ἐκ τῆς Κλειτορίας κατεστρατοπέδευσαν περὶ Καφύας. [3] τῶν δ᾽ Αἰτωλῶν ποιουμένων τὴν πορείαν ἀπὸ Μεθυδρίου παρὰ τὴν τῶν Ὀρχομενίων πόλιν, ἐξάγοντες τοὺς Ἀχαιοὺς ἐν τῷ τῶν Καφυέων πεδίῳ παρενέβαλον, πρόβλημα ποιούμενοι τὸν δι᾽ αὐτοῦ ῥέοντα ποταμόν. [4] οἱ δ᾽ Αἰτωλοὶ καὶ διὰ τὰς μεταξὺ δυσχωρίαςἦσαν γὰρ ἔτι πρὸ τοῦ ποταμοῦ τάφροι καὶ πλείους δύσβατοικαὶ διὰ τὴν ἐπίφασιν τῆς ἑτοιμότητος τῶν Ἀχαιῶν πρὸς τὸν κίνδυνον τοῦ μὲν ἐγχειρεῖν τοῖς ὑπεναντίοις κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀπεδειλίασαν, [5] μετὰ δὲ πολλῆς εὐταξίας ἐποιοῦντο τὴν πορείαν ὡς ἐπὶ τὰς ὑπερβολὰς ἐπὶ τὸν Ὀλύγυρτον, ἀσμενίζοντες, εἰ μή τις αὐτοῖς ἐγχειροίη καὶ βιάζοιτο κινδυνεύειν. [6] οἱ δὲ περὶ τὸν Ἄρατον, τῆς μὲν πρωτοπορείας τῶν Αἰτωλῶν ἤδη προσβαινούσης πρὸς τὰς ὑπερβολάς, τῶν δ᾽ ἱππέων οὐραγούντων διὰ τοῦ πεδίου καὶ συνεγγιζόντων τῷ προσαγορευομένῳ Πρόποδι τῆς παρωρείας, ἐξαποστέλλουσι τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, Ἐπίστρατον ἐπιστήσαντες τὸν Ἀκαρνᾶνα, καὶ συντάξαντες ἐξάπτεσθαι τῆς οὐραγίας καὶ καταπειράζειν τῶν πολεμίων. [7] καίτοι γ᾽ εἰ μὲν ἦν κινδυνευτέον, οὐ πρὸς τὴν οὐραγίαν ἐχρῆν συμπλέκεσθαι, διηνυκότων ἤδη τῶν πολεμίων τοὺς ὁμαλοὺς τόπους, πρὸς δὲ τὴν πρωτοπορείαν, εὐθέως ἐμβαλόντων εἰς τὸ πεδίον. [8] οὕτως γὰρ ἂν τὸν ἀγῶνα συνέβη γενέσθαι τὸν ὅλον ἐν τοῖς ἐπιπέδοις καὶ πεδινοῖς τόποις, οὗ τοὺς μὲν Αἰτωλοὺς δυσχρηστοτάτους εἶναι συνέβαινε διά τε τὸν καθοπλισμὸν καὶ τὴν ὅλην σύνταξιν, τοὺς δ᾽ Ἀχαιοὺς εὐχρηστοτάτους καὶ δυναμικωτάτους διὰ τἀναντία τῶν προειρημένων. [9] νῦν δ᾽ ἀφέμενοι τῶν οἰκείων τόπων καὶ καιρῶν εἰς τὰ τῶν πολεμίων προτερήματα συγκατέβησαν. τοιγαροῦν ἀκόλουθον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), OLIGYRTUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: