previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Μαχατᾶς, πυθόμενος τὰ γεγονότα περὶ τοὺς Λακεδαιμονίους, ἧκε πάλιν ὑποστρέψας εἰς τὴν Σπάρτην, καὶ παρεκάλει τοὺς ἐφόρους καὶ τοὺς βασιλέας ἐξανεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον: [2] μόνως γὰρ οὕτως ἔφη λῆξαι τὴν τῶν Λακεδαιμονίων φιλονεικίαν τῶν ἐκ παντὸς τρόπου διακοπτόντων τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν τήν τε τῶν ἐν Αἰτωλίᾳ τὰ παραπλήσια τούτοις πραττόντων. [3] πεισθέντων δὲ τῶν ἐφόρων καὶ τῶν βασιλέων, μὲν Μαχατᾶς ἐπανῆλθε, συντετελεσμένος τὴν πρόθεσιν διὰ τὴν ἄγνοιαν τῶν συμπραττόντων, [4] δὲ Λυκοῦργος ἀναλαβὼν τοὺς στρατιώτας καί τινας τῶν πολιτικῶν ἐνέβαλεν εἰς τὴν Ἀργείαν, ἀφυλάκτως διακειμένων εἰς τέλος τῶν Ἀργείων διὰ τὴν προϋπάρχουσαν κατάστασιν. [5] καὶ Πολίχναν μὲν καὶ Πρασίας καὶ Λεύκας καὶ Κύφαντα προσπεσὼν ἄφνω κατέσχε: Γλυμπέσι δὲ καὶ Ζάρακι προσπεσὼν ἀπέπεσε. [6] τούτου δὲ ταῦτα πράξαντος, ἐπεκήρυξαν τὸ λάφυρον οἱ Λακεδαιμόνιοι κατὰ τῶν Ἀχαιῶν. ἔπεισαν δὲ καὶ τοὺς Ἠλείους οἱ περὶ τὸν Μαχατᾶν, παραπλήσια λέγοντες ἅπερ καὶ πρὸς τοὺς Λακεδαιμονίους, ἐξενεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον. [7]

παραδόξως δὲ καὶ κατὰ νοῦν τοῖς Αἰτωλοῖς τῶν πραγμάτων προκεχωρηκότων, οὗτοι μὲν εὐθαρσῶς ἐνέβαινον εἰς τὸν πόλεμον, οἱ δ᾽ Ἀχαιοὶ τἀναντία: Φίλιππος μὲν γάρ, [8] ἐφ᾽ τὰς ἐλπίδας εἶχον, ἀκμὴν ἐγίνετο περὶ παρασκευήν, Ἠπειρῶται δ᾽ ἔμελλον πολεμεῖν, [9] Μεσσήνιοι δ᾽ ἡσυχίαν εἶχον, Αἰτωλοὶ δέ, προσειληφότες τὴν Ἠλείων καὶ Λακεδαιμονίων ἄγνοιαν, πανταχόθεν περιεῖχον αὐτοὺς τῷ πολέμῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (8 total)
  • Cross-references to this page (8):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: