previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀκαιρίαν τὰ μέλλοντα ῥηθήσεσθαι. τῆς γὰρ Θρᾴκης κύκλῳ περιεχούσης αὐτῶν τὴν χώραν οὕτως ὥστ᾽ ἐκ θαλάττης εἰς θάλατταν καθήκειν, ἀίδιον ἔχουσι πόλεμον καὶ δυσχερῆ πρὸς τούτους. [2] οὔτε γὰρ παρασκευασάμενοι καὶ κρατήσαντες αὐτῶν εἰσάπαξ ἀποτρίψασθαι τὸν πόλεμον οἷοί τ᾽ εἰσὶ διὰ τὸ πλῆθος καὶ τῶν ὄχλων καὶ τῶν δυναστῶν: [3] ἐὰν τοῦ γὰρ ἑνὸς περιγένωνται, τρεῖς ἐπιβαίνουσιν ἐπὶ τὴν τούτων χώραν ἄλλοι βαρύτεροι δυνάσται. [4] καὶ μὴν οὐδ᾽ εἴξαντες καὶ συγκαταβάντες εἰς φόρους καὶ συνθήκας οὐδὲν ποιοῦσι πλέον: ἂν γὰρ ἑνὶ πρόωνταί τι, πενταπλασίους δι᾽ αὐτὸ τοῦτο πολεμίους εὑρίσκουσι. [5] διόπερ ἀιδίῳ συνέχονται καὶ δυσχερεῖ πολέμῳ: τί γὰρ ἐπισφαλέστερον ἀστυγείτονος καὶ βαρβάρου πολέμου; [6] τί δεινότερον; οὐ μὴν ἀλλὰ τούτοις τὸ παράπαν κακοῖς παλαίοντες κατὰ γῆν, χωρὶς τῶν ἄλλων τῶν παρεπομένων τῷ πολέμῳ κακῶν, ὑπομένουσί τινα καὶ τιμωρίαν Ταντάλειον κατὰ τὸν ποιητήν: [7] ἔχοντες γὰρ χώραν γενναιοτάτην, ὅταν διαπονήσωσι ταύτην καὶ γένηται τὸ τῶν καρπῶν πλῆθος τῷ κάλλει διαφέρον, κἄπειτα παραγενηθέντες οἱ βάρβαροι τοὺς μὲν καταφθείρωσι, τοὺς δὲ συναθροίσαντες ἀποφέρωσι, [8] τότε δὴ χωρὶς τῶν ἔργων καὶ τῆς δαπάνης καὶ τὴν καταφθορὰν θεώμενοι διὰ τὸ κάλλος τῶν καρπῶν σχετλιάζουσι καὶ βαρέως φέρουσι τὸ συμβαῖνον. [9]

ἀλλ᾽ ὅμως τὸν μὲν ἀπὸ τῶν Θρᾳκῶν πόλεμον κατὰ τὴν συνήθειαν ἀναφέροντες ἔμενον ἐπὶ τῶν ἐξ ἀρχῆς δικαίων πρὸς τοὺς Ἕλληνας: [10] προσεπιγενομένων δὲ Γαλατῶν αὐτοῖς τῶν περὶ Κομοντόριον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: