previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ Ἀχαιοί, καθηκούσης αὐτοῖς ἐκ τῶν νόμων συνόδου κατὰ τὸν καιρὸν τοῦτον, ἧκον εἰς Αἴγιον. συνελθόντες δ᾽ εἰς τὴν ἐκκλησίαν, [2] καὶ τῶν τε Πατρέων καὶ Φαραιέων ἀπολογιζομένων τὰ γεγονότα περὶ τὴν χώραν αὐτῶν ἀδικήματα κατὰ τὴν τῶν Αἰτωλῶν δίοδον, τῶν τε Μεσσηνίων παρόντων κατὰ πρεσβείαν καὶ δεομένων σφίσι βοηθεῖν ἀδικουμένοις καὶ παρασπονδουμένοις, [3] διακούσαντες τῶν λεγομένων, καὶ συναγανακτοῦντες μὲν τοῖς Πατρεῦσι καὶ Φαραιεῦσι, συμπάσχοντες δὲ ταῖς τῶν Μεσσηνίων ἀτυχίαις, [4] μάλιστα δὲ νομίζοντες εἶναι δεινὸν εἰ μήτε συγχωρήσαντος τοῖς Αἰτωλοῖς μηδενὸς τὴν δίοδον μήτε καθάπαξ ἐπιβαλόμενοι παραιτεῖσθαι κατετόλμησαν ἐπιβῆναι στρατοπέδῳ τῆς Ἀχαΐας παρὰ τὰς συνθήκας, [5] ἐπὶ πᾶσι τούτοις παροξυνθέντες ἐψηφίσαντο βοηθεῖν τοῖς Μεσσηνίοις καὶ συνάγειν τὸν στρατηγὸν τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις: δ᾽ ἂν τοῖς συνελθοῦσι βουλευομένοις δόξῃ, τοῦτ᾽ εἶναι κύριον. [6] μὲν οὖν Τιμόξενος τότ᾽ ἔθ᾽ ὑπάρχων στρατηγός, ὅσον οὔπω ληγούσης τῆς ἀρχῆς, ἅμα δὲ τοῖς Ἀχαιοῖς ἀπιστῶν διὰ τὸ ῥᾳθύμως αὐτοὺς ἐσχηκέναι κατὰ τὸ παρὸν περὶ τὴν ἐν τοῖς ὅπλοις γυμνασίαν, ἀνεδύετο τὴν ἔξοδον καὶ καθόλου τὴν συναγωγὴν τῶν ὄχλων. [7] μετὰ γὰρ τὴν Κλεομένους τοῦ Σπαρτιατῶν βασιλέως ἔκπτωσιν, κάμνοντες μὲν τοῖς προγεγονόσι πολέμοις, πιστεύοντες δὲ τῇ παρούσῃ καταστάσει, πάντες ὠλιγώρησαν Πελοποννήσιοι τῆς περὶ τὰ πολεμικὰ παρασκευῆς. [8] δ᾽ Ἄρατος, σχετλιάζων καὶ παροξυνόμενος ἐπὶ τῇ τόλμῃ τῶν Αἰτωλῶν, θυμικώτερον ἐχρῆτο τοῖς πράγμασιν, ἅτε καὶ προϋπαρχούσης αὐτοῖς ἀλλοτριότητος ἐκ τῶν ἐπάνω χρόνων. [9] διὸ καὶ συνάγειν ἔσπευδε τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις καὶ συμβαλεῖν πρόθυμος ἦν τοῖς Αἰτωλοῖς. [10] τέλος δὲ πένθ᾽ ἡμέραις πρότερον τοῦ καθήκοντος αὐτῷ χρόνου παραλαβὼν παρὰ τοῦ Τιμοξένου τὴν δημοσίαν σφραγῖδα, πρός τε τὰς πόλεις ἔγραφε καὶ συνῆγε τοὺς ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν. [11] ὑπὲρ οὗ δοκεῖ μοι πρέπον εἶναι βραχέα προειπεῖν διὰ τὴν ἰδιότητα τῆς φύσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 31-32, commentary, 32.20
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: