previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῦτον δὲ τὸν τρόπον τῶν δυνάμεων ἐκτεταγμένων ἐπιπαρῄεσαν οἱ βασιλεῖς ἀμφότεροι κατὰ πρόσωπον τὰς αὑτῶν τάξεις παρακαλοῦντες ἅμα τοῖς ἡγεμόσι καὶ φίλοις. [2] μεγίστας δ᾽ ἐν τοῖς φαλαγγίταις ἐλπίδας ἔχοντες ἀμφότεροι πλείστην καὶ σπουδὴν καὶ παράκλησιν ἐποιοῦντο περὶ ταύτας τὰς τάξεις, [3] Πτολεμαίῳ μὲν Ἀνδρομάχου καὶ Σωσιβίου καὶ τῆς ἀδελφῆς Ἀρσινόης, τῷ δὲ Θεοδότου καὶ Νικάρχου συμπαρακαλούντων διὰ τὸ παρ᾽ ἑκατέρῳ τούτους ἔχειν τὰς τῶν φαλαγγιτῶν ἡγεμονίας. [4] ἦν δὲ παραπλήσιος νοῦς τῶν ὑφ᾽ ἑκατέρου παρακαλουμένων. ἴδιον μὲν γὰρ ἔργον ἐπιφανὲς καὶ κατηξιωμένον προφέρεσθαι τοῖς παρακαλουμένοις οὐδέτερος αὐτῶν εἶχε διὰ τὸ προσφάτως παρειληφέναι τὰς ἀρχάς, [5] τῆς δὲ τῶν προγόνων δόξης καὶ τῶν ἐκείνοις πεπραγμένων ἀναμιμνήσκοντες φρόνημα καὶ θάρσος τοῖς φαλαγγίταις ἐπειρῶντο παριστάναι. [6] μάλιστα δὲ τὰς ἐξ αὑτῶν εἰς τὸ μέλλον ἐλπίδας ἐπιδεικνύντες, καὶ κατ᾽ ἰδίαν τοὺς ἡγουμένους καὶ κοινῇ πάντας τοὺς ἀγωνίζεσθαι μέλλοντας ἠξίουν καὶ παρεκάλουν ἀνδρωδῶς καὶ γενναίως χρήσασθαι τῷ παρόντι κινδύνῳ. [7] ταῦτα δὲ καὶ τούτοις παραπλήσια λέγοντες, τὰ μὲν δι᾽ αὑτῶν, τὰ δὲ καὶ διὰ τῶν ἑρμηνέων, παρίππευον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: