previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11.

ὅτι γὰρ τοῦθ᾽ οὕτως ἔχει, καθ᾽ ἕκαστον ὑμῖν, πατέρες, διεξιὼν ἐπιδείξω. ἔλεγέ τινα ἐν τῇ δημαρχίᾳ Ἀντώνιος ὑπὲρ τοῦ Καίσαρος: καὶ γὰρ Κικέρων καὶ ἄλλοι τινὲς ὑπὲρ τοῦ Πομπηίου. τί ποτ᾽ οὖν τοῦτον μὲν αἰτιᾶται ὅτι τὴν φιλίαν τὴν ἐκείνου προείλετο, ἑαυτὸν δὲ καὶ τοὺς ἄλλους τοὺς τἀναντία αὐτῷ σπουδάσαντας ἀφίησιν; ἐκώλυσέ τινα ἐκεῖνος ψηφισθῆναι τότε κατὰ τοῦ Καίσαρος: [2] καὶ γὰρ οὗτος πάνθ᾽ ὡς εἰπεῖν ὅσα ὑπὲρ τοῦ Καίσαρος ἐγιγνώσκετο. ῾ἀλλ᾽ ἐμποδών,᾿ φησίν, ῾ἐγίγνετο τῇ κοινῇ τῆς βουλῆς γνώμῃ.᾿ καὶ πρῶτον μὲν πῶς ἂν εἷς ἀνὴρ τοσοῦτον ἴσχυσεν; ἔπειτα δέ, εἰ καὶ κατεψηφίσθη διὰ τοῦθ᾽ , ὥσπερ λέγει, πῶς οὐκ ἂν καὶ ἐκολάσθη; ῾ἔφυγε γάρ, [3] ἔφυγε πρὸς τὸν Καίσαρα ἀπελθών.᾿ οὐκοῦν καὶ σύ, Κικέρων, οὐκ ἀπεδήμησας νῦν ἀλλ᾽ ἔφυγες, ὥσπερ καὶ πρότερον. ἀλλὰ μήτι γε 1 καὶ ἐπὶ πάντας ἡμᾶς τὰ σεαυτοῦ ὀνείδη προπετῶς οὕτως ἄγε: φυγεῖν μὲν γάρ ἐστι τοῦτο σὺ πεποίηκας, τό τε δικαστήριον φοβηθεὶς καὶ τὴν τιμωρίαν [4] αὐτὸς σαυτοῦ 2 προκαταγνούς. ἀμέλει καὶ ἐγράφη σοι κάθοδος: πῶς μὲν καὶ διὰ τίνα, οὐ λέγω, ἐγράφη δ᾽ οὖν, καὶ οὐ πρίν γε ἐπέβης τῆς Ἰταλίας πρὶν ἐκείνην σοι δοθῆναι. Ἀντώνιος δὲ καὶ ἀπῆλθε πρὸς τὸν Καίσαρα μηνύσων αὐτῷ τὰ πεπραγμένα, καὶ ἐπανῆλθε μηδενὸς ψηφίσματος [5] δεηθείς, καὶ τέλος τήν τε εἰρήνην τήν τε φιλίαν τὴν πρὸς αὐτὸν πᾶσι τοῖς ἐν τῇ Ἰταλίᾳ τότε [p. 20] εὑρεθεῖσιν ἐπρυτάνευσεν: ἧς καὶ οἱ λοιποὶ ἂν μετεσχήκεσαν, εἰ μὴ σοὶ πεισθέντες ἐπεφεύγεσαν.

1 mh/ti ge Cobet, mh/toi ge LM.

2 sautou= Bk., e(autou= LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: