previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. σὺ δ᾽, Κικέρων, τί ἐν τῇ ὑπατείᾳ σου οὐχ ὅτι σοφὸν ἀγαθόν, ἀλλ᾽ οὐ καὶ τιμωρίας τῆς μεγίστης ἄξιον ἔπραξας; οὐχ ἡσυχάζουσαν μὲν καὶ ὁμονοοῦσαν τὴν πόλιν ἡμῶν καὶ ἐξετάραξας καὶ ἐστασίασας, τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον ἄλλων τέ τινων καὶ δούλων παρακλήτων πληρώσας; [2] οὐ τὸν Κατιλίναν σπουδαρχήσαντα μόνον, ἄλλο δὲ μηδὲν δεινὸν ποιήσαντα κακῶς ἀπώλεσας; [p. 38] οὐ τὸν Λέντουλον καὶ τοὺς μετ᾽ αὐτοῦ μήτ᾽ ἀδικήσαντάς τι μήτε κριθέντας μήτε ἐλεγχθέντας οἰκτρῶς διέφθειρας, καίτοι πολλὰ μὲν περὶ τῶν νόμων πολλὰ δὲ καὶ περὶ τῶν δικαστηρίων ἀεὶ καὶ πανταχοῦ θρυλῶν; εἴ τις ἀφέλοιτο [3] τῶν σῶν λόγων, τὸ λοιπὸν οὐδέν ἐστι. Πομπηίῳ μὲν γὰρ ἐνεκάλεις ὅτι τῷ Μίλωνι παρὰ τὰ νενομισμένα τὴν κρίσιν ἐποίησε: σὺ δὲ οὔτε μικρὸν οὔτε μεῖζον οὐδὲν ἐκ τῶν περὶ ταῦτα τεταγμένων Λεντούλῳ παρέσχες, ἀλλὰ ἄνευ λόγου καὶ κρίσεως ἐνέβαλες ἐς τὸ δεσμωτήριον ἄνδρα ἐπιεικῆ γέροντα, πολλὰ μὲν καὶ μεγάλα πρὸς τὴν πατρίδα ἐκ προγόνων ἐνέχυρα φιλίας ἔχοντα, μηδὲν δὲ μήθ᾽ ὑπὸ τῆς ἡλικίας μήθ᾽ ὑπὸ τῶν τρόπων νεωτερίσαι [4] δυνάμενον. τί μὲν γὰρ αὐτῷ κακὸν παρῆν, τῇ μεταβολῇ ἂν τῶν πραγμάτων ἐξιάσατο; τί δ᾽ οὐκ ἀγαθὸν εἶχε, περὶ, περὶ οὗ πάντως ἂν νεοχμώσας τι ἐκινδύνευσε; ποῖα ὅπλα ἠθροίκει, ποίους συμμάχους παρεσκεύαστο, 1 ἵν᾽ οὕτως οἰκτρῶς καὶ ἀνοσίως ἀνὴρ ὑπατευκώς, στρατηγῶν, μήτε τι 2 εἰπὼν μήτ᾽ ἀκούσας ἔς τε τὸ οἴκημα ἐμπέσῃ καὶ ἐκεῖ ὥσπερ οἱ κακουργότατοι φθαρῇ; [5] τοῦτο γάρ ἐστιν μάλιστα καλὸς οὗτος Τούλλιος ἐπεθύμησεν, ἵν᾽ ἐν τῷ ὁμωνύμῳ αὐτοῦ χωρίῳ 3 τὸν ἔγγονον τοῦ Λεντούλου ἐκείνου τοῦ προκρίτου ποτὲ τῆς βουλῆς γενομένου ἀποκτείνῃ.

1 pareskeu/asto Bk., pareskeua/sato LM.

2 mh/te ti L, mh/te e)/ti M.

3 After xwri/w| LM have tw=| *toulliei/w| (‘the Tullianum’); Naber deleted.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: