previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16.

ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἐπὶ πλεῖον ἐπεξίοι; ἐπεὶ δὲ τραγῳδεῖ περιιών, καὶ νῦν γε εἶπέ που λέγων ὅτι βαρυτάτην τὴν τῆς ἱππαρχίας ὄψιν παρέσχετο, πανταχοῦ καὶ διὰ πάντων τῷ τε ξίφει ἅμα καὶ τῇ πορφύρᾳ τοῖς τε ῥαβδούχοις καὶ τοῖς στρατιώταις χρώμενος, εἰπάτω μοι σαφῶς, πῶς 1 καὶ τί ἐκ τούτων ἠδικήμεθα. ἀλλ᾽ οὐδὲν ἂν εἰπεῖν ἔχοι: εἰ γὰρ εἶχεν, οὐδὲν ἂν τούτου πρότερον [2] ἐξελάλησεν. πᾶν γὰρ τοὐναντίον οἱ μὲν στασιάσαντες τότε καὶ πάντα τὰ κακὰ ἐργασάμενοι Τρεβέλλιός τε καὶ Δολοβέλλας ἦσαν, Ἀντώνιος δὲ καὶ οὕτως οὔτε τι ἠδίκησε καὶ πάνθ᾽ ὑπὲρ ὑμῶν ἔπραττεν ὥστε καὶ τὴν φυλακὴν τῆς πόλεως παρ᾽ ὑμῶν ἐπ᾽ αὐτοὺς ἐκείνους, οὐχ ὅπως ἀντιλέγοντος τοῦ θαυμαστοῦ τούτου ῥήτορος ῾παρῆν γάρ᾽ ἀλλὰ [3] καὶ συναινοῦντος, ἐπετράπη. δειξάτω, τίνα φωνὴν ἔρρηξεν ὁρῶν τὸν ἀσελγῆ καὶ μιαρόν, ὡς αὐτὸς λοιδορεῖ, πρὸς τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν καὶ ἐξουσίαν τοσαύτην παρ᾽ ὑμῶν προσλαμβάνοντα. ἀλλ᾽ οὐκ ἂν ἔχοι δεῖξαι. οὕτω που μέγας οὗτος καὶ φιλόπολις ῥήτωρ, πανταχοῦ [4] καὶ ἀεὶ θρυλῶν καὶ λέγων ῾ἐγὼ μόνος ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζομαι, ἐγὼ μόνος ὑπὲρ τῆς δημοκρατίας παρρησιάζομαι: ἐμὲ οὔτε χάρις φίλων οὔτε φόβος ἐχθρῶν ἀπείργει τοῦ μὴ οὐ τὰ συμφέροντα ὑμῖν προσκοπεῖν: ἐγώ, κἂν ἀποθανεῖν ἐν τοῖς ὑπὲρ ὑμῶν λόγοις δεήσῃ, καὶ μάλ᾽ ἡδέως τελευτήσὠ οὐδ᾽ ὁτιοῦν τούτων ὧν νῦν βοᾷ τότε [p. 28] [5] εἰπεῖν ἐτόλμησεν. καὶ πάνυ εἰκότως: λογίζεσθαι γὰρ αὐτῷ ἐπῄει τοῦτο, ὅτι τοὺς μὲν ῥαβδούχους καὶ τὸ ἔσθημα τὸ περιπόρφυρον κατὰ τὰ πάτρια τὰ περὶ τῶν ἱππάρχων νενομισμένα εἶχε, τῷ δὲ δὴ ξίφει καὶ τοῖς στρατιώταις κατὰ τῶν στασιαζόντων ἀναγκαίως ἐχρῆτο. τί γὰρ οὐκ ἂν τῶν δεινοτάτων ἐποίησαν εἰ μὴ τούτοις ἐκεῖνος ἐπέφρακτο, ὁπότε καὶ οὕτως αὐτοῦ κατεφρόνησάν τινες;

1 pw=s supplied by Cobet.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: