previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. τὸν δὲ δὴ Καίσαρα οὐχ ὅτι μεγάλου τινὸς ἔτ᾽ ἠξίωσαν, ἀλλὰ καὶ καταλύειν ἐπεχείρησαν, πάνθ᾽ ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. οὐ γὰρ ὅτι βουθυσίας, ἀλλὰ καὶ ἐπινίκια αὐτῷ ἐψηφίσαντο, τά τε λοιπὰ τοῦ πολέμου καὶ στρατόπεδα ἄλλα τε καὶ τὰ τοῦ Οὐιβίου προσέταξαν: [2] τοῖς τε στρατιώταις τοῖς συμπολιορκηθεῖσίν οἱ καὶ ἐπαίνους καὶ τἆλλα ὅσα τοῖς τοῦ Καίσαρος πρότερον προεπήγγελτο, καίπερ μηδὲν ἐς τὴν νίκην συμβαλομένοις 1 ἀλλὰ ἀπὸ τῶν τειχῶν αὐτὴν ἰδοῦσι, δοθῆναι ἔγνωσαν. καὶ τὸν Ἀκύλαν ἀποθανόντα ἐν τῇ μάχῃ εἰκόνι ἐτίμησαν: τά τε χρήματα ἐς τὴν παρασκευὴν τῶν τοῦ Δεκίμου στρατιωτῶν οἴκοθεν ἀναλώκει, τοῖς κληρονόμοις [3] αὐτοῦ ἀπέδωκαν. τό τε σύμπαν ὡς εἰπεῖν, ὅσα τῷ Καίσαρι ἐπὶ τὸν Ἀντώνιον ἐγεγόνει, ταῦτα ἐπ᾽ αὐτὸν ἐκεῖνον ἄλλοις ἐψηφίσθη. καὶ ὅπως γε ἂν μηδ᾽ ἂν τὰ μάλιστα βουληθῇ τι κακὸν δρᾶσαι καὶ δυνηθῇ, πάντας αὐτῷ τοὺς ἐχθροὺς ἐπήσκησαν: τῷ τε γὰρ Πομπηίῳ τῷ Σέξτῳ τὸ ναυτικὸν καὶ τῷ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν τῷ τε Κασσίῳ τήν τε Συρίαν καὶ τὸν πόλεμον τὸν πρὸς τὸν Δολοβέλλαν ἐνεχείρισαν. [4] πάντως δ᾽ ἂν καὶ τὰς δυνάμεις ἃς εἶχε προσπαρείλοντο, 2 εἰ μήπερ ἐφοβήθησαν φανερῶς αὐτὸ ψηφίσασθαι διὰ τὸ εὔνους οἱ τοὺς στρατιώτας ἐπίστασθαι ὄντας. στασιάσαι δ᾽ οὖν σφας καὶ ὣς καὶ πρὸς ἀλλήλους καὶ πρὸς ἐκεῖνον ἐπεχείρησαν. [5] οὔτε γὰρ ἐπαινέσαι τε καὶ τιμῆσαι [p. 82] πάντας αὐτοὺς ἠθέλησαν, μὴ καὶ τὸ φρόνημα αὐτῶν ἐπὶ μεῖζον ἄρωσιν, οὔτ᾽ ἀτιμάσαι καὶ παριδεῖν πάντας, μὴ καὶ μᾶλλον αὐτοὺς ἀλλοτριώσωσι καὶ κατὰ τοῦτο καὶ συμφρονεῖν [6] ἀναγκάσωσι. διὰ μέσου οὖν ἐποίησαν, καὶ τοὺς μὲν ἐπαινέσαντες αὐτῶν τοὺς δ᾽ οὔ, καὶ τοῖς μὲν στέφανον ἐλαίας ἐν ταῖς πανηγύρεσι φορεῖν δόντες τοῖς δ᾽ οὔ, καὶ προσέτι καὶ χρήματα τοῖς μὲν δισχιλίας καὶ πεντακοσίας δραχμὰς τοῖς δὲ οὐδὲ χαλκοῦν ψηφισάμενοι, συγκρούσειν τε αὐτοὺς ἀλλήλοις κἀκ τούτου καὶ ἀσθενώσειν ἤλπισαν.

1 sumbalome/nois R. Steph., sumballome/nois L.

2 prosparei/lonto Xyl., prosparei/xonto L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: