previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19.

ταῦτα μὲν οὖν ἐάσω, ἐπάνειμι δὲ ὅθεν ἐξέβην. γὰρ Ἀντώνιος ἐκεῖνος, ὃν οὗτος καταδεδράμηκεν, ἰδὼν τὸν Καίσαρα ὑπὲρ τὴν πολιτείαν ἡμῶν αἰρόμενον, ἐποίησεν αὐτὸν μηδὲν ὧν ἐνενόει πρᾶξαι, δι᾽ αὐτῶν ὧν χαρίζεσθαι αὐτῷ ἐδόκει. [2] οὐδὲν γὰρ οὕτως ἀποτρέπει τινὰς ὧν ἂν μὴ ὀρθῶς ἐπιθυμοῦντες τυχεῖν διαπράσσωνται, ὡς τὸ τοὺς φοβουμένους αὐτὰ μὴ πάθωσιν ἐθελοντὰς [3] δὴ δοκεῖν ὑπομένειν. τοῦτο μὲν γάρ, ἐξ ὧν ἀδικοῦσιν ἑαυτοῖς 1 συνίσασιν, οὐ πιστεύουσι, πεφωρᾶσθαι δὲ νομίζοντες καὶ αἰσχύνονται καὶ φοβοῦνται, τὰ μὲν λεγόμενα ἄλλως, ὡς καὶ κολακείαν, μετ᾽ ἐλέγχου λαμβάνοντες, τὰ δ᾽ ἐξ αὐτῶν ἀποβησόμενα, ὡς καὶ ἐπιβουλήν, μετ᾽ αἰσχύνης [4] ὑποπτεύοντες. ἅπερ που καὶ Ἀντώνιος ἀκριβῶς εἰδὼς πρῶτον μὲν τά τε Λυκαῖα καὶ 2 τὴν πομπὴν ἐκείνην ἐπελέξατο, ἵν᾽ Καῖσαρ ἔν τε τῷ ἀνειμένῳ τῆς γνώμης καὶ ἐν τῷ παιγνιώδει τῶν γιγνομένων ἀσφαλῶς σωφρονισθῇ, ἔπειτα δὲ καὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα, ἵνα ἐξ αὐτῶν τῶν [5] χωρίων αἰσχυνθῇ: τάς τε ἐντολὰς τὰς παρὰ τοῦ δήμου συνέπλασεν, ἵν᾽ αὐτὰς ἀκούσας λογίσηται οὐχ ὅσα τότε Ἀντώνιος ἔλεγεν, ἀλλ᾽ ὅσα ἂν δῆμος Ῥωμαίων εἰπεῖν τινι ἐνετείλατο. πόθεν γὰρ ἂν ἐπίστευσε τὸν δῆμον ταῦτ᾽ ἐπεσταλκέναι τῳ, μήτε ἐψηφισμένον τι τοιοῦτον αὐτὸν εἰδὼς μήτε [p. 36] [6] ἐπιβοῶντα αἰσθόμενος; ἀλλ᾽ ἔδει γὰρ αὐτὸν καὶ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ, ἐν πολλὰ πολλάκις ὑπὲρ τῆς ἐλευθερίας ἐβουλευσάμεθα, καὶ παρὰ τῷ βήματι, ἀφ᾽ οὗ μυρία ἐπὶ μυρίοις ὑπὲρ τῆς δημοκρατίας ἐπολιτευσάμεθα, ἔν τε τῇ ἑορτῇ τῶν Λυκαίων, ἵνα ἀναμνησθῇ τοῦ Ῥωμύλου, καὶ ὑπὸ τοῦ ὑπάτου, ἵν᾽ ἐννοήσῃ τὰ τῶν ἀρχαίων ὑπάτων [7] ἔργα, καὶ ἐπὶ τῷ τοῦ δήμου ὀνόματι ταῦτα ἀκοῦσαι, ἵν᾽ ἐνθυμηθῇ τοῦθ᾽, ὅτι οὐκ Ἄφρων οὐδὲ Γαλατῶν οὐδὲ Αἰγυπτίων ἀλλ᾽ αὐτῶν Ῥωμαίων τυραννεῖν ἐπεχείρει. ταῦτα αὐτὸν τὰ ῥήματα ἐπέστρεψεν, ταῦτ᾽ ἐταπείνωσε: καὶ τάχα ἂν τὸ διάδημα, εἴπερ τις ἄλλος αὐτῷ προσήνεγκε, λαβών, ἔπειτα δι᾽ ἐκεῖνα καὶ ἐκολούσθη καὶ ἔφριξε καὶ κατέδεισε. [8]

τὰ μὲν οὖν Ἀντωνίου ἔργα σοι ταῦτά ἐστιν, οὐ σκέλος ἄλλως κατάξαντος ἵνα αὐτὸς φύγῃ, οὐδὲ χεῖρα κατακαύσαντος ἵνα Πορσένναν φοβήσῃ, ἀλλὰ τὴν τυραννίδα τὴν τοῦ Καίσαρος σοφίᾳ καὶ περιτεχνήσει, καὶ ὑπὲρ τὸ δόρυ τὸ Δεκίου καὶ ὑπὲρ τὸ ξίφος τὸ Βρούτου, παύσαντος.

1 e(autoi=s R. Steph, e(autou\s LM.

2 kai\ supplied by Rk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: