previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31. Ἀντώνιος μὲν ταῦτα προΐσχετο, σαφῶς εἰδὼς μηδέτερον αὐτῶν ἐσόμενον: γὰρ Καῖσαρ οὐκ ἄν ποτε ὑπέμεινεν οὔτε τοὺς σφαγέας τοὺς τοῦ πατρὸς ὑπατεῦσαι, οὔτε τοὺς στρατιώτας τοὺς τοῦ Ἀντωνίου τὰ αὐτὰ τοῖς ἑαυτοῦ λαβόντας [2] προσφιλεστέρους αὐτῷ μᾶλλον γενέσθαι. οὔκουν οὐδὲ ἐκυρώθη τι αὐτῶν, ἀλλὰ τῷ τε Ἀντωνίῳ τὸν πόλεμον πάλιν ἐπήγγειλαν, καὶ τοῖς συνοῦσίν οἱ προηγόρευσαν αὖθις ἐγκαταλιπεῖν αὐτόν, ἑτέραν τινὰ ἡμέραν τάξαντες. τάς τε χλαμύδας τὰς στρατιωτικὰς πάντες, καὶ οἱ μὴ ἐκστρατεύσοντες, 1 ἠμπέσχοντο, καὶ τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως ἐπέτρεψαν, ἐκεῖνο δὴ τὸ εἰθισμένον τῷ δόγματι προσγράψαντες, τὸ μηδὲν ἀπ᾽ αὐτῆς [3] ἀποτριβῆναι. ἐπειδή τε πολλῶν χρημάτων ἐς τὸν πόλεμον ἐδέοντο, πάντες μὲν τὸ πέμπτον καὶ εἰκοστὸν τῆς ὑπαρχούσης σφίσιν οὐσίας ἐπέδωκαν, οἱ δὲ δὴ βουλευταὶ καὶ τέσσαρας ὀβολοὺς [p. 62] καθ᾽ ἑκάστην κεραμίδα τῶν ἐν τῇ πόλει οἰκιῶν, ὅσας αὐτοὶ ἐκέκτηντο ἄλλων οὔσας ᾤκουν. [4] καὶ χωρὶς ἕτερα οὐκ ὀλίγα οἱ πάνυ πλούσιοι συνετέλεσαν, τά τε ὅπλα καὶ τὰ ἄλλα τὰ πρὸς τὴν στρατείαν ἀναγκαῖα συχναὶ μὲν πόλεις συχνοὶ δὲ καὶ ἰδιῶται προῖκα ἐξεποίησαν: τοσαύτη γὰρ ἀχρηματία τὸ δημόσιον τότε ἔσχεν ὥστε μηδὲ τὰς πανηγύρεις τὰς ἐν τῷ καιρῷ ἐκείνῳ γενέσθαι ὀφειλούσας ἐπιτελεσθῆναι, ἔξω 2 βραχέων

1 e)kstrateu/sontes Rk., e)kstrateu/santes L.

2 e)/cw Xyl., e)c w(=n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: