previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28.

καὶ σοὶ δέ, Κικέρων, παραινῶ μήτε γυναικείως θρασύνεσθαι μήτε τὸν Βαμβαλίωνα μιμεῖσθαι, μηδὲ πολεμοποιεῖν, μήτε διὰ τὴν ἰδίαν πρὸς τὸν Ἀντώνιον ἔχθραν δημοσίᾳ πᾶσαν τὴν πόλιν [2] ἐς κίνδυνον αὖθις καθιστάναι. 1 καλῶς μὲν γὰρ ποιήσεις, ἂν καὶ ἐκείνῳ συναλλαγῇς μεθ᾽ οὗ πολλὰ δὴ πολλάκις φιλικὰ ἔπραξας: εἰ δ᾽ οὖν ἀκαταλλάκτως αὐτῷ ἔχεις, ἀλλ᾽ ἡμῶν γε φεῖσαι, μηδὲ ἐσηγητὴς ἡμῖν τῆς πρὸς ἀλλήλους φιλίας [3] γεγονὼς νῦν αὐτὴν καταλύσῃς, ἀλλὰ ἀναμνησθεὶς τῆς τε ἡμέρας ἐκείνης καὶ τῶν λόγων ὧν ἐν τῷ τῆς Γῆς τεμένει ἐποιήσω, χάρισαί τι καὶ τῇ Ὁμονοίᾳ ταύτῃ παρ᾽ νῦν βουλευόμεθα, ἵνα μὴ καὶ ἐκεῖνα διαβάλῃς ὡς οὐκ ἀπ᾽ ὀρθῆς διανοίας [4] ἀλλ᾽ ἀπό 2 τινος ἄλλου τότε λεχθέντα: τοῦτο γὰρ καὶ τῇ πόλει συμφέρει καὶ σοὶ πλείστην δόξαν οἴσει. μὴ γάρ τοι νομίσῃς ὅτι τὸ θρασύνεσθαι εὐκλεές ἐστιν ἀσφαλές, μηδ᾽ ἂν εἴπῃς ὅτι τοῦ θανάτου καταφρονεῖς, καὶ ἐπαινεῖσθαι ἐπὶ τούτῳ [p. 56] [5] πιστεύσῃς. τοὺς μὲν γὰρ τοιούτους ὡς καὶ κακὸν ἄν τι ὑπ᾽ ἀπονοίας 3 τολμήσαντας καὶ ὑποπτεύουσι πάντες καὶ μισοῦσιν: οὓς δ᾽ ἂν ἴδωσι περὶ πλείστου τὴν ἑαυτῶν σωτηρίαν ποιουμένους, καὶ ἐπαινοῦσι καὶ ἐγκωμιάζουσιν ὡς μηδὲν ἂν [6] ἑκόντας ἄξιον θανάτου ποιήσαντας. καὶ σὺ οὖν, εἴπερ ὄντως σώζεσθαι τὴν πατρίδα ἐθέλεις, 4 τοιαῦτα καὶ λέγε καὶ πρᾶττε ἐξ ὧν καὶ αὐτὸς σωθήσῃ, μὴ μὰ Δί᾽ ἐξ ὧν καὶ ἡμᾶς συναπολεῖς.

5

1 kaqista/nai R. Steph., kaqesta/nai L.

2 a)po/ Polak, u(po/ L.

3 a)ponoi/as Bk., a)noi/as L.

4 e)qe/leis Bk., qe/leis L.

5 sunapolei=s Bs., sunapole/shis L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: