previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9.

τεκμήριον δέ, πρᾶξιν μὲν οὐδεμίαν πώποτε ἐλλογίμου ἀνδρὸς ἀξίαν, οὔτ᾽ ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ, πέπραχας: ποίους μὲν γὰρ πολέμους ἐνικήσαμεν σοῦ στρατηγοῦντος, ποίαν δὲ χώραν ἐκτησάμεθα σοῦ ὑπατεύοντος; ἐξαπατῶν δὲ ἀεί τινας τῶν πρώτων καὶ σφετεριζόμενος ἰδίᾳ μὲν διὰ τούτων πολιτεύῃ καὶ πάνθ᾽ ὅσα βούλει [2] διοικεῖς, δημοσίᾳ δὲ βοᾷς ἄλλως, κεκραγὼς τοὺς μιαροὺς ἐκείνους λόγους ῾ἐγὼ μόνος ὑμᾶς φιλῶ,᾿ καὶ εἰ οὕτω τύχοι, 1 ῾καὶ δεῖνα, οἱ δ᾽ ἄλλοι πάντες μισοῦσι,᾿ καὶ ῾ἐγὼ μόνος ὑμῖν εὐνοῶ, οἱ δ᾽ ἄλλοι πάντες ἐπιβουλεύουσι,᾿ καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν τοὺς μὲν ἐπαίρων καὶ φυσῶν προδίδως, τοὺς δὲ λοιποὺς ἐκπλήττων προστίθεσαι. [3] κἂν μέν τι χρηστὸν ὑφ᾽ ὁτουδὴ τῶν πάντων γένηται, ἀντιποιῇ τε αὐτοῦ καὶ σεαυτὸν ἐπ᾽ αὐτὸ ἐπιγράφεις, [p. 16] θρυλῶν ῾ἐγὼ γὰρ εἶπον, ἐγὼ γὰρ ἔγραψα, 2 καὶ δἰ ἐμὲ ταῦτα οὕτω πέπρακται:᾿ ἂν δέ τι συμβῇ οἷον οὐκ ἔδει, σαυτὸν μὲν ἐξαιρεῖς, 3 τοὺς δὲ δὴ ἄλλους πάντας αἰτιᾷ, λέγων ῾μὴ γὰρ ἐστρατήγουν [4] ἐγώ; μὴ γὰρ ἐπρέσβευον; μὴ γὰρ ὑπάτευον;᾿ καὶ λοιδορεῖς μὲν ἀεὶ πάντας πανταχοῦ, τὴν ἐκ τοῦ θρασέως παρρησιάζεσθαι δοκεῖν δύναμιν περὶ πλείονος τοῦ 4 τι τῶν δεόντων εἰπεῖν ποιούμενος,

1 tu/xoi R. Steph., tu/xhi LM.

2 e)/graya Rk., e)pe/graya LM.

3 e)cairei=s St., e)cai/reis LM.

4 tou= supplied by Reim.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: