previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43. τοῦτο μὲν δὴ πρόσχημα τῆς πρεσβείας αὐτοῖς ἦν, τὸ δ᾽ ὅλον τά τε χρήματα τὰ ἐψηφισμένα σφίσιν ἀπῄτουν καὶ ὕπατον τὸν Καίσαρα ἀποδειχθῆναι [2] ἐκέλευον. ἀναβαλλομένων οὖν αὐτῶν τὴν ἀπόκρισιν ὡς καὶ σκέψεως δεομένην, ἄδειάν τινι τῶν τὰ τοῦ Ἀντωνίου πραξάντων ἐκ τῆς τοῦ Καίσαρος, ὥσπερ εἰκὸς ἦν, ἐντολῆς ᾔτησαν, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς τυχεῖν, ἀλλ᾽ ἵνα ἀποπειραθῶσί τε αὐτῶν εἰ ταύτην γε δώσουσί σφισιν, καὶ ἀφορμὴν ὀργῆς λάβωσι τὸ καὶ δι᾽ ἐκείνην [3] δοκεῖν χαλεπαίνειν. ἀποτυχόντες γοῦν αὐτῆς ῾ἀντεῖπε μὲν γὰρ οὐδείς, πολλῶν δὲ τὸ 1 αὐτὸ τοῦτο ὑπὲρ ἑτέρων ἅμα ἀξιωσάντων, καὶ τὸ κατ᾽ ἐκείνους, ὡς πολὺ ἐγίγνετο, εὐπρεπῶς πως διεκρούσθἠ [4] οἵ τε ἄλλοι φανερῶς ὠργίζοντο, καὶ εἷς τις αὐτῶν ἐξῆλθέ τε ἐκ τοῦ βουλευτηρίου, καὶ τὸ ξίφος λαβών ῾ἄοπλοι γὰρ ἐσεληλύθεσαν᾽ ἥψατό τε αὐτοῦ καὶ εἶπεν ὅτι, ‘ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δῶτε τῷ Καίσαρι, τοῦτο δώσει.’ καὶ αὐτῷ Κικέρων ὑπολαβὼνἂν οὕτως,’ ἔφη, ‘παρακαλῆτε, [5] λήψεται αὐτήν.’ ἐκείνῳ μὲν καὶ τοῦτο τὸν ὄλεθρον παρεσκεύασεν: δὲ δὴ Καῖσαρ τὸ [p. 88] μὲν ὑπὸ τοῦ στρατιώτου πραχθὲν οὐκ ἐμέμψατο, ὅτι δὲ τά τε ὅπλα ἐς τὸ συνέδριον ἐσιόντες ἀποθέσθαι ἠναγκάσθησαν, καί τις αὐτῶν ἐπύθετο πότερον παρὰ τῶν στρατοπέδων παρὰ τοῦ Καίσαρος [6] ἐπέμφθησαν, ἔγκλημα ἐποιεῖτο, καὶ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον ῾καὶ γὰρ ἐκεῖνον κατὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τὸν Ἀντώνιον προσετέθειτὀ σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην, ἐκβιασθεὶς δῆθεν ὑπὸ τῶν στρατιωτῶν, μετὰ πάντων αὐτῶν ὥρμησε.

1 to\ Bk., tou= LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: